previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρρόης ἔρωτος, μηκέτι φέρων ἀποκαρτερεῖν ἐγνώκει καὶ διαθήκας ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ. Παρεκάλει δὲ Καλλιρρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν θεράπων κεκελευσμένος μηδένα δέχεσθαι. [2] Μαχομένων δὲ αὐτῶν πρὸς ταῖς θύραις ἀκούσας Διονύσιος ἤρετο τίς ἐνοχλοίη. Τοῦ δὲ θεράποντος εἰπόντος ὅτι Πλαγγών, ‘ἀκαίρως μὲνεἶπεπάρεστιν῾οὐκέτι γὰρ οὐδὲ ὑπόμνημα τῆς ἐπιθυμίας ἤθελεν ἰδεῖν̓κάλεσον [3] δ̓ ὅμως.’ Ἀνοίξασα δὲ ἐκείνη τὰς θύραςτί καταρύχῃφησίν, ‘ δέσποτα, λυπῶν σεαυτὸν ὡς [p. 46] ἀποτυγχάνων. Καλλιρρόη γάρ σε ἐπὶ τὸν γάμον παρακαλεῖ. Λαμπρειμόνει, θῦε, προσδέχου νύμφην, ἧς ἐρᾷς.’ Ἐξεπλάγη πρὸς τὸ ἀνέλπιστον Διονύσιος καὶ ἀχλὺς αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη, παντάπασι δὲ ὢν ἀσθενὴς φαντασίαν παρέσχε θανάτου: κωκύσασα δὲ Πλαγγὼν συνδρομὴν ἐποίησε, καὶ ἐφ̓ ὅλης τῆς οἰκίας ὡς τεθνεὼς δεσπότης ἐπενθεῖτο. [4] Οὐδὲ Καλλιρρόη τοῦτο ἤκουσεν ἀδακρυτί. τοσαύτη ἦν, ὥστε κἀκείνη Διονύσιον ἔκλαε τὸν ἄνδρα. Ὀψὲ δὲ καὶ μόλις ἐκεῖνος ἀνανήψας ἀσθενεῖ φωνῇτίς με δαιμόνωνφησὶνἀπατᾷ βουλόμενος ἀναστρέψαι τῆς προκειμένης ὁδοῦ; ὕπαρ ὄναρ ταῦτα ἤκουσα; θέλει μοι Καλλιρρόη γαμηθῆναι, μὴ θέλουσα μηδὲ ὀφθῆναι;’ [5] Παρεστῶσα δὲ Πλαγγὼνπαῦσαιφησὶμάτην σεαυτὸν ὀδυνῶν καὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀπιστῶν: οὐ γὰρ ἐξαπατῶ μου τὸν δεσπότην, ἀλλ̓ ἔπεμψέ με Καλλιρρόη πρεσβεῦσαι περὶ γάμων.’ ‘Πρέσβευε τοίνυνεἶπεν Διονύσιοςκαὶ λέγε αὐτὰ τὰ ἐκείνης. [6] ῥήματα. Μηδὲν ἀφέλῃς μηδὲ προσθῇς, ἀλλ̓ ἀκριβῶς μνημόνευσον.’ ‘Ἐγὢ φησὶν ῾οἰκίας οὖσα τῆς πρώτης ἐν Σικελίᾳ δεδυστύχηκα μέν, ἀλλ̓ ἔτι τὸ φρόνημα τηρῶ: πατρίδος, γονέων ἐστέρημαι, μόνην οὐκ ἀπολώλεκα τὴν εὐγένειαν. Εἰ μὲν οὖν ὡς παλλακὴν θέλει με Διονύσιος ἔχειν καὶ τῆς ἰδίας ἀπολαύειν ἐπιθυμίας, ἀπάγξομαι μᾶλλον ὕβρει δουλικῇ παραδώσω τὸ σῶμα: εἰ δὲ γαμετὴν κατὰ νόμους, κἀγὼ γενέσθαι θέλω μήτηρ, ἵνα διάδοχον ἔχῃ τὸ Ἑρμοκράτους γένος. [7] Βουλευσάσθω περὶ τούτου Διονύσιος μὴ μόνος μηδὲ ταχέως, ἀλλὰ μετὰ φίλων καὶ συγγενῶν, ἵνα μή τις ὕστερον εἴπῃ πρὸς αὐτὸν ῾σὺ θρέψεις παιδία ἐκ τῆς [8] ἀργυρωνήτου καὶ καταισχυνεῖς σου τὸν οἶκον;᾿ Εἰ μὴ θέλει πατὴρ γενέσθαι, μηδ̓ ἀνὴρ ἔστω.’ Ταῦτα [p. 47] τὰ ῥήματα μᾶλλον ἐξέκαυσε Διονύσιον καί τινα ἔσχεν ἐλπίδα κούφην ἀντερᾶσθαι δοκῶν: ἀνατείνας δὲ τὰς χεῖρας εἰς τὸν οὐρανὸνεἰ γὰρ ἴδοιμιφησίν, ‘ Ζεῦ καὶ Ἥλιε, τέκνον ἐκ Καλλιρρόης: τότε μακαριώτερος δόξω τοῦ μεγάλου βασιλέως. Ἀπίωμεν πρὸς αὐτήν: ἄγε με, Πλαγγόνιον φιλοδέσποτον.’


Ἀναδραμὼν δὲ εἰς τὰ ὑπερῷα τὸ μὲν πρῶτον ὥρμησε τοῖς Καλλιρρόης γόνασι προσπεσεῖν, κατέσχε δ̓ ὅμως ἑαυτὸν καὶ καθεσθεὶς εὐσταθῶςἦλθόν σοιφησίν, ‘ γύναι, χάριν γνῶναι περὶ τῆς ἐμαυτοῦ σωτηρίας: ἄκουσαν μὲν γὰρ οὐκ ἔμελλόν σε βιάσεσθαι, [2] μὴ τυχὼν δὲ ἀποθανεῖν διεγνώκειν. Ἀναβεβίωκα διὰ σέ. Μεγίστην δέ σοι χάριν ἔχων ὅμως τι καὶ μέμφομαι: σὺ γὰρ ἠπίστησας ὅτι ἕξω σε γαμετὴν παίδων ἐπ̓ ἀρότῳ κατὰ νόμους Ἑλληνικούς. Εἰ γὰρ μὴ ἤρων, οὐκ ἂν εὐξάμην τοιούτου γάμου τυχεῖν. Σὺ δέ, ὡς ἔοικε, μανίαν μου κατέγνωκας, εἰ δόξω δούλην τὴν εὐγενῆ καὶ ἀνάξιον υἱὸν ἐμαυτοῦ τὸν Ἑρμοκράτους ἔγγονον. [3] ῾Βούλευσαἰ λέγεις. Βεβούλευμαι. Φοβῇ φίλους ἐμοὺς φιλτάτη πάντων. Τολμήσει δὲ τίς εἰπεῖν ἀνάξιον τὸν ἐξ ἐμοῦ γεννώμενον, κρείττονα τοῦ πατρὸς ἔχοντα τὸν πάππον;’ Ταῦτα ἅμα λέγων καὶ δακρύων προσῆλθεν αὐτῇ: δὲ ἐρυθριάσασα ἠρέμα κατεφίλησεν αὐτὸν καὶσοὶ μὲνεἶπεπιστεύω, Διονύσιε, ἀπιστῶ δὲ τῇ ἐμῇ τύχῃ, καὶ γὰρ πρότερον ἐκ μειζόνων ἀγαθῶν δἰ αὐτὴν κατέπεσον. [4] Φοβοῦμαι μὴ οὐδέπω μοι διήλλακται. Σὺ τοίνυν, καίπερ ὢν χρηστὸς καὶ δίκαιος, μάρτυρας ποίησαι τοὺς θεοὺς οὐ διὰ σαυτόν, ἀλλὰ διὰ τοὺς πολίτας καὶ συγγενεῖς, ἵνα μή τις ἔτι κακοηθέστερον εἰς ἐμέ τι συμβουλεῦσαι δυνηθῇ, γινώσκων ὅτι ὀμώμοκας. Εὐκαταφρόνητόν [5] ἐστι γυνὴ μόνη καὶ ξένη.’ ‘Ποίους[p. 48] φησὶθέλεις ὅρκους θεῶν; ἕτοιμος γὰρ ὀμνύναι, εἰ δυνατόν, εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ ἁψάμενος αὐτοῦ τοῦ Διός.’ ‘Ὄμοσόν μοιφησὶτὴν θάλασσαν τὴν κομίσασάν με πρός σε καὶ τὴν Ἀφροδίτην τὴν δείξασαν μέ σοι καὶ τὸν Ἔρωτα τὸν νυμφαγωγόν.’ Ἤρεσε ταῦτα καὶ ταχέως ὤμοσεν. [6] Ἐγένετο μὲν οὖν ἐρωτικὸν πάθος: ἔσπευδε δὲ καὶ ἀναβολὴν οὐκ ἐπέτρεπε τοῖς γάμοις: ταμιεύεσθαι γὰρ δύσκολον ἐξουσίαν ἐπιθυμίας. Διονύσιος δὲ ἀνὴρ πεπαιδευμένος κατείληπτο μὲν ὑπὸ χειμῶνος καὶ τὴν ψυχὴν ἐβαπτίζετο, ὅμως δ̓ ἀνακύπτειν ἐβιάζετο καθάπερ ἐκ τρικυμίας τοῦ πάθους. [7] Καὶ τότε οὖν ἐπέστησε τοιούτοις λογισμοῖςἐν ἐρημίᾳ μέλλω γαμεῖν ὡς ἀληθῶς ἀργυρώνητον. Οὐχ οὕτως εἰμὶ ἀχάριστος, ἴνα μὴ ἑορτάσω τοὺς Καλλιρρόης γάμους. Ἐν τούτῳ πρώτῳ τιμῆσαί με δεῖ τὴν γυναῖκα. Φέρει δέ μοι ἀσφάλειαν καὶ πρὸς τὰ μέλλοντα: πάντων γὰρ πραγμάτων ὀξύτατόν ἐστιν φήμη: δἰ ἀέρος ἄπεισιν ἀκωλύτους ἔχουσα τὰς ὁδούς: διὰ ταύτην οὐδὲν δύναται παράδοξον λαθεῖν: ἤδη τρέχει φέρουσα τὸ καινὸν εἰς Σικελίαν διήγημα ῾ζῇ Καλλιρρόη, καὶ τυμβωρύχοι διορύξαντες τὸν τάφον ἔκλεψαν αὐτήν, καὶ [8] ἐν Μιλήτῳ πέπραται.᾿ Καταπλεύσουσιν ἤδη τριήρεις Συρακουσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν τὴν θυγατέρα. Τί μέλλω λέγειν; ῾Θήρων μοι πέπρακε. ᾿Θήρων δὲ ποῦ; Κἂν πιστευθῶ τὴν ἀλήθειαν, ὑποδοχεύς εἰμι λῃστοῦ. Μελέτα, Διονύσιε, τὴν δίκην. Τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως. Ἄριστον οὖν τότε λέγειν ῾ἐγὼ γυναῖκα ἐλευθέραν ἐπιδημήσασαν οὐκ οἶδ̓ ὅπως ἤκουσα: ἐκδομένην ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ νόμους ἔγημα.᾿ [9] Πείσω δὲ ταύτῃ μᾶλλον καὶ τὸν πενθερὸν ὡς οὐκ ἀνάξιός [p. 49] εἰμι τῶν γάμων. Καρτέρησον, ψυχή, προθεσμίαν σύντομον, ἵνα τὸν πλείω χρόνον ἀπολαύσῃς ἀσφαλοῦς ἡδονῆς. Ἰσχυρότερος γενήσομαι πρὸς τὴν κρίσιν, ἀνδρός, οὐ δεσπότου νόμῳ χρώμενος.’ [10] Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶνἄπιθιφησὶνεἰς τὴν πόλιν καὶ μεγαλοπρεπῶς ἑτοίμασον τὰ πρὸς τὸν γάμον. Ἐλαυνέσθωσαν ἀγέλαι: σῖτος καὶ οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω: δημοσίᾳ τὴν [11] πόλιν εὐωχῆσαι προῄρημαι.’ Πάντα διατάξας ἐπιμελῶς τῆς ὑστεραίας αὐτὸς μὲν ἐπὶ ὀχήματος ἐποιεῖτο τὴν πορείαν, τὴν δὲ Καλλιρρόην ῾οὐδέπω γὰρ ἐβούλετο δεικνύναι τοῖς πολλοῖς᾿ ἐκέλευσε περὶ τὴν ἑσπέραν διὰ πορθμείου κομισθῆναι μέχρι τῆς οἰκίας, ἥτις ἦν ἐπ̓ αὐτοῦ τοῦ λιμένος τοῦ Δοκίμου λεγομένου: Πλαγγόνι δὲ τὴν ἐπιμέλειαν αὐτῆς ἐνεχείρισε. [12] Μέλλουσα τοίνυν ἀπαλλάσσεσθαι τῶν ἀγρῶν Καλλιρρόη τῇ Ἀφροδίτῃ πρῶτον ἐπεύξατο καὶ εἰσελθοῦσα εἰς τὸν νεὼν πάντας ἐκβαλοῦσα ταῦτα εἶπε πρὸς τὴν θεὸνδέσποινα Ἀφροδίτη, μέμψωμαί σοι δικαίως χάριν γνῶ; σύ με οὖσαν παρθένον ἔζευξας Χαιρέᾳ καὶ νῦν μετ̓ ἐκεῖνον ἄλλῳ με νυμφαγωγεῖς. [13] Οὐκ ἂν ἐπείσθην σὲ ὀμόσαι καὶ τὸν σὸν υἱόν, εἰ μή με προύδωκε τοῦτο τὸ βρέφος,’ δείξασα τὴν γαστέρα. ‘Ἱκετεύω δέ σεφησὶνοὐχ ὑπὲρ ἐμαυτῆς, ἀλλ̓ ὑπὲρ τούτου. Ποίησόν μου λαθεῖν τὴν τέχνην. Ἐπεὶ τὸν ἀληθῆ τοῦτο πατέρα οὐκ ἔχει, δοξάτω Διονυσίου παιδίον, [14] τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.’ Βαδίζουσαν δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες οἱ ναῦται δείματι κατεσχέθησαν, ὡς τῆς Ἀφροδίτης αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι προσκυνῆσαι: προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου θᾶττον ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. Ἅμα δὲ [p. 50] τῇ ἕῳ πᾶσα ἦν πόλις ἐστεφανωμένη. [15] Ἔθυεν ἕκαστος πρὸ τῆς ἰδίας οἰκίας, οὐκ ἐν μόνοις τοῖς ἱεροῖς. Λογοποιίαι δὲ ἦσαν τίς νύμφη: τὸ δὲ δημωδέστερον πλῆθος ἀνεπείθετο διὰ τὸ κάλλος καὶ τὸ ἄγνωστον τῆς γυναικὸς ὅτι Νηρηὶς ἐκ θαλάσσης ἀναβέβηκεν ὅτι θεὰ πάρεστιν ἐκ τῶν Διονυσίου κτημάτων: [16] τοῦτο γὰρ οἱ ναῦται διελάλουν. Μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. Τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον: κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν. Ἐπεὶ δὲ ἔλαβε Μιλησίαν στολὴν καὶ στέφανον νυμφικόν, [17] ἀπέβλεψεν εἰς τὸ πλῆθος. Πάντες οὖν ἀνεβόησαν Ἀφροδίτη γαμεῖ.’ Πορφυρίδας ὑπεστρώννυον καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης, οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων, ἀλλ̓ οὐδ̓ ἐν αὐτοῖς τοῖς λιμέσι: μέχρι κεράμων ἀνέβη τὸ πλῆθος στενοχωρούμενον. Ἀλλ̓ ἐνεμέσησε καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν βάσκανος δαίμων ἐκεῖνος: ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. Βούλομαι δὲ εἰπεῖν πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν αὐτὸν χρόνον.


Οἱ μὲν γὰρ τυμβωρύχοι τὸν τάφον περιέκλεισαν ἀμελῶς, οἷα δὴ σπεύδοντες ἐν νυκτί: Χαιρέας δὲ φυλάξας αὐτὸ τὸ περίορθρον ἧκεν ἐπὶ τὸν τάφον προφάσει μὲν στεφάνους καὶ χοὰς ἐπιφέρων, τὸ δὲ ἀληθὲς γνώμην ἔχων ἑαυτὸν ἀνελεῖν: οὐ γὰρ ὑπέμενε Καλλιρρόης ἀπεζεῦχθαι, μόνον δὲ τὸν θάνατον τοῦ πένθους ἰατρὸν ἐνόμιζε: παραγενόμενος δὲ εὗρε τοὺς λίθους κεκινημένους καὶ φανερὰν τὴν εἴσοδον. [2] μὲν οὖν ἰδὼν ἐξεπλάγη καὶ ὑπὸ δεινῆς ἀπορίας κατείχετο [p. 51] τοῦ γεγονότος χάριν: ἄγγελος δὲ φήμη ταχεῖα Συρακουσίοις ἐμήνυσε τὸ παράδοξον. Πάντες οὖν συνέτρεχον ἐπὶ τὸν τάφον, ἐτόλμα δὲ οὐδεὶς ἔνδον παρελθεῖν, πρὶν ἐκέλευσεν Ἑρμοκράτης. [3] δ̓ εἰσπεμφθεὶς πάντα ἀκριβῶς ἐμήνυσεν. Ἄπιστον ἐδόκει τὸ μηδὲ τὴν νεκρὰν κεῖσθαι. Τότ̓ οὖν ἠξίωσε Χαιρέας αὐτὸς ἐπιθυμίᾳ τοῦ πάλιν Καλλιρρόην ἰδεῖν κἂν νεκράν: ἐρευνῶν δὲ τὸν τάφον οὐδὲν εὑρεῖν ἐδύνατο. [4] Πολλοὶ μετ̓ αὐτὸν εἰσῆλθον ὑπ̓ ἀπιστίας: ἀμηχανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν ἑστὼςτὰ ἐντάφια σεσύληται, τυμβωρύχων τὸ ἔργον: νεκρὰ δὲ ποῦ;’ Λογοποιίαι πολλαὶ καὶ διάφοροι τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείναςτίς ἄρα θεῶν ἀντεραστής μου γενόμενος Καλλιρρόην ἀπενήνοχε καὶ νῦν ἔχει μεθ̓ αὑτοῦ μὴ θέλουσαν, ἀλλὰ βιαζομένην ὑπὸ κρείττονος μοίρας;: [5] Διὰ τοῦτο καὶ αἰφνίδιον ἀπέθανεν, ἵνα μὴ νοήσῃ. Οὕτω καὶ Θησέως Ἀριάδνην ἀφείλετο Διόνυσος καὶ Σεμέλην Ζεύς. Μὴ γὰρ οὐκ ᾔδειν ὅτι θεὰν εἶχον γυναῖκα καὶ κρείττων ἦν καθ̓ ἡμᾶς. Ἀλλ̓ οὐκ ἔδει ταχέως αὐτὴν οὐδὲ μετὰ τοιαύτης προφάσεως ἐξ ἀνθρώπων ἀπελθεῖν. [6] Θέτις θεὰ μὲν ἦν, ἀλλὰ Πηλεῖ παρέμεινε καὶ υἱὸν ἔσχεν ἐκεῖνος ἐξ αὐτῆς, ἐγὼ δὲ ἐν ἀκμῇ τοῦ ἔρωτος ἀπελείφθην. Τί πάθω; τί γένωμαι δυστυχής; ἐμαυτὸν ἀνέλω; καὶ μετὰ τίνος ταφῶ; ταύτην γὰρ εἶχον ἐλπίδα τῆς συμφορᾶς: εἰ θάλαμον μετὰ Καλλιρρόης κοινὸν οὐκ ἐτήρησα, τάφον αὐτῇ κοινὸν εὑρήσω. [7] Ἀπολογοῦμαί σοι, δέσποινα, τῆς ἐμῆς ψυχῆς. Σύ με ζῆν ἀναγκάζεις: ζητήσω γάρ σε διὰ γῆς καὶ θαλάσσης, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν ἀέρα δύνωμαι. Τοῦτο δέομαί σου; γύναι, σύ με μὴ φύγῃς.’ [p. 52] Θρῆνον τὸ πλῆθος ἐξέρρηξεν ἐπὶ τούτοις καὶ πάντες ὡς ἄρτι τεθνεῶσαν Καλλιρρόην ἤρξαντο θρηνεῖν. [8] Τριήρεις εὐθὺς κατεσπῶντο καὶ τὴν ζήτησιν πολλοὶ διενέμοντο: Σικελίαν μὲν γὰρ αὐτὸς Ἑρμοκράτης ἠρεύνα, Χαιρέας δὲ Λιβύην: εἰς Ἰταλίαν τινὲς ἐξεπέμποντο, καὶ ἄλλοι περαιοῦσθαι τὸν Ἰόνιον ἐκελεύσθησαν. μὲν οὖν ἀνθρωπίνη βοήθεια παντάπασιν ἦν ἀσθενής, τύχη δὲ ἐφώτισε τὴν ἀλήθειαν, ἧς χωρὶς ἔργον οὐδὲν τέλειον: μάθοι δ̓ ἄν τις ἐκ τῶν γενομένων. [9] Πωλήσαντες γὰρ οἱ τυμβωρύχοι τὸ δυσδιάθετον φορτίον, τὴν γυναῖκα, Μίλητον μὲν ἀπέλιπον, ἐπὶ Κρήτης δὲ τὸν πλοῦν ἐποιοῦντο, νῆσον ἀκούοντες εὐδαίμονα καὶ μεγάλην, ἐν τὴν διάπρασιν τῶν φορτίων ἤλπισαν ἔσεσθαι ῥᾳδίαν. [10] Ὑπολαβὼν δὲ αὐτοὺς ἄνεμος σφοδρὸς εἰς τὸν Ἰόνιον ἐξέωσεν, κἀκεῖ λοιπὸν ἐπλανῶντο ἐν ἐρήμῳ θαλάσσῃ. Βρονταὶ δὲ καὶ ἀστραπαὶ καὶ νὺξ μακρὰ κατελάμβανε τοὺς ἀνοσίους, ἐπιδεικνυμένης τῆς προνοίας ὅτι τότε διὰ Καλλιρρόην εὐπλόουν. Ἐγγὺς γινομένους ἑκάστοτε τοῦ θανάτου ταχέως οὐκ ἀπήλλαττεν θεὸς τοῦ φόβου, [11] μακρὸν αὐτοῖς ποιῶν τὸ ναυάγιον. Γῆ μὲν οὖν τοὺς ἀνοσίους οὐκ ἐδέχετο, θαλαττεύοντες δὲ πολὺν χρόνον ἐν ἀπορίᾳ κατέστησαν τῶν ἀναγκαίων, μάλιστα δὲ τοῦ ποτοῦ, καὶ οὐδὲν αὐτοὺς ὠφέλει πλοῦτος ἄδικος, ἀλλὰ διψῶντες ἀπέθνησκον ἐν χρυσῷ. Βραδέως μὲν οὖν μετενόουν ἐφ̓ οἷς ἐτόλμησαν, ὅτε οὐδὲν ὄφελος ἐγκαλοῦντες ἀλλήλοις. [12] Οἱ μὲν οὖν ἄλλοι πάντες ἔθνησκον ὑπὸ δίψους, Θήρων δὲ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πανοῦργος ἦν: ὑποκλέπτων γὰρ τοῦ ποτοῦ καὶ τοὺς συλλῃστὰς ἐλῄστευεν. ᾬετο μὲν οὖν τεχνικόν τι πεποιηκέναι, τὸ δὲ ἄρα τῆς προνοίας ἔργον ἦν βασάνοις καὶ σταυρῷ τὸν ἄνδρα τηρούσης. [13] γὰρ [p. 53] τριήρης Χαιρέαν κομίζουσα πλανωμένῳ τῷ κέλητι περιπίπτει καὶ τὸ μὲν πρῶτον ὡς πειρατικὸν ἐξένευσεν. Ἐπεὶ δ̓ ἀκυβέρνητος ἐφάνη, πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς εἰκῆ φερόμενος, ἐκ τῆς τριήρους τις ἀνέκραγενοὐκ ἔχει τοὺς ἐμπλέοντας, μὴ φοβηθῶμεν, ἀλλὰ πλησιάσαντες ἱστορήσωμεν τὸ παράδοξον.’ [14] Ἤρεσε τῷ κυβερνήτῃ: Χαιρέας γὰρ ἐν κοίλῃ νηὶ ἐγκεκαλυμμένος ἔκλαεν. Ἐπεὶ δὲ ἐπλησίασαν, τὸ μὲν πρῶτον τοὺς ἔνδον ἐκάλουν: ὡς δὲ ὑπήκουεν οὐδείς, ἀνέβη τις ἀπὸ τῆς τριήρους, εἶδε δὲ οὐδὲν ἕτερον χρυσὸν καὶ νεκρούς. Ἐμήνυσε τοῖς ναύταις: ἔχαιρον, εὐτυχεῖς ἐνόμιζον ἑαυτούς, ὡς ἐν θαλάσσῃ θησαυρὸν εὑρόντες. [15] Θορύβου δὲ γενομένου Χαιρέας ἤρετο τίς αἰτία. Μαθὼν οὖν καὶ αὐτὸς ἐβουλήθη τὸ καινὸν θεάσασθαι. γνωρίσας δὲ τὰ ἐντάφια περιερρήξατο καὶ μέγα καὶ διωλύγιον ἀνεβόησενοἴμοι, Καλλιρρόη: ταῦτά ἐστι τὰ σά. Στέφανος οὗτος, ὃν ἐγώ σοι περιέθηκα: τοῦτο πατήρ σοι δέδωκε, τοῦτο μήτηρ: αὕτη στολὴ νυμφική. Τάφος σοι γέγονεν ναῦς. [16] Ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις νεκρὰ λείπει.’ Τούτων ἀκούσας Θήρων ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθνής. Πολλὰ μὲν οὖν ἐβουλεύσατο τὸ μηδ̓ ὅλως φωνὴν ἀφιέναι μηδὲ κινεῖσθαι: τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον αὐτῷ: φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ βέλτιον μεταβολήν, τοῦ δημιουργήσαντος θεοῦ τὸ σόφισμα τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ φύγωσι βίον ταλαίπωρον. [17] Κατεχόμενος οὖν τῷ δίψει ταύτην πρώτην ἀφῆκε φωνὴνποτόν’. Ἐπεὶ δὲ αὐτῷ προσηνέχθη καὶ πάσης ἔτυχεν ἐπιμελείας, παρακαθεσθεὶς αὐτῷ Χαιρέας ἤρετοτίνες ἐστέ; καὶ ποῖ πλεῖτε; [p. 54] καὶ πόθεν ταῦτα; καὶ τί τὴν κυρίαν αὐτῶν πεποιήκατε;’ Θήρων δὲ ἐμνημόνευεν ἑαυτοῦ πανοῦργος ἄνθρωπος καὶΚρὴςεἶπενεἰμί, πλέω δὲ εἰς Ἰωνίαν: [18] ἀδελφὸν ἐμαυτοῦ ζητῶ στρατευόμενον. Κατελείφθην ὑπὸ τῶν ἐπὶ τῆς νεὼς ἐν Κεφαλληνίᾳ: ταχείας δὲ τῆς ἀναγωγῆς γενομένης ἐκεῖθεν ἐπέβην τοῦδε τοῦ κέλητος παραπλέοντος εὐκαίρως. Ἐξαισίοις δὲ πνεύμασιν ἐξεώσθημεν εἰς ταύτην τὴν θάλασσαν, εἶτα γαλήνης μακρᾶς γενομένης δίψει πάντες ἀνῃρέθησαν, ἐγὼ δὲ μόνος ἐσώθην ὑπὸ τῆς ἐμῆς εὐσεβείας.’ Ἀκούσας οὖν Χαιρέας ἐκέλευσεν ἐξάψαι τὸν κέλητα τῆς τριήρους, ἕως ἂν εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ.


Προεπεδήμησε δὲ φήμη φύσει μὲν οὖσα ταχεῖα, τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα καὶ καινά. Πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον, καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμαζόντων, πυνθανομένων, ἀπιστούντων: ἐξέπληττε γὰρ αὐτοὺς τὸ καινὸν διήγημα. [2] Ἰδοῦσα δὲ μήτηρ τὰ ἐντάφια τῆς θυγατρὸς ἀνεκώκυσενἐπιγινώσκω πάντα: σύ, τέκνον, μόνη λείπεις. καινῶν τυμβωρύχων: τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν φυλάξαντες μόνην ἔκλεψάν μου τὴν θυγατέρα.’ Συνήχησαν δὲ αἰγιαλοὶ καὶ λιμένες κοπτομέναις ταῖς γυναιξί, καὶ γῆν καὶ θάλασσαν ἐνέπλησαν οἰμωγῆς. [3] Ἑρμοκράτης δὲ ἔφη, στρατηγικὸς ἀνὴρ καὶ πραγμάτων ἐπιστήμωνοὐκ ἐνταῦθα χρὴ ζητεῖν, ἀλλὰ νομιμωτέραν ποιεῖσθαι τὴν ἀνάκρισιν. Ἀπίωμεν εἰς τὴν ἐκκλησίαν. Τίς οἶδεν εἰ χρεία γένοιτο καὶ δικαστῶν.’ [4] Οὔτω πᾶν εἴρητο ἔπος καὶ ἤδη μεστὸν ἦν τὸ θέατρον. Ἐκείνην τὴν ἐκκλησίαν ἤγαγον καὶ γυναῖκες. μὲν οὖν δῆμος μετέωρος καθῆστο, Χαιρέας δὲ πρῶτος εἰσῆλθε μελανείμων, ὠχρός, αὐχμῶν, οἷος [p. 55] ἐπὶ τὸν τάφον ἠκολούθησε τῇ γυναικί, καὶ ἐπὶ μὲν τὸ βῆμα οὐκ ἠθέλησεν ἀναβῆναι, κάτω δέ που στὰς τὸ μὲν πρῶτον ἐπὶ πολὺν ἔκλαε χρόνον καὶ φθέγξασθαι θέλων οὐκ ἐδύνατο: τὸ δὲ πλῆθος ἐβόαθάρρει καὶ [5] λέγε.’ Μόλις οὖν ἀναβλέψας μὲν παρὼνεἶπεκαιρὸς οὐκ ἦν δημηγοροῦντος ἀλλὰ πενθοῦντος, ἐγὼ δὲ ὑπὸ τῆς ἀνάγκης καὶ λέγω καὶ ζῶ, μέχρις ἂν ἐξεύρω Καλλιρρόης τὴν ἀναίρεσιν. Διὰ τοῦτο δὲ ἐντεῦθεν ἐκπλεύσας οὐκ οἶδα πότερον εὐτυχῆ τὸν πλοῦν δυστυχῆ πεποίημαι. [6] Πλοῖον γὰρ. ἐθεασάμην ἐν εὐδίᾳ πλανώμενον, ἰδίου χειμῶνος γέμον καὶ βαπτιζόμενον ἐν γαλήνῃ. Θαυμάσαντες ἤλθομεν πλησίον. Ἔδοξα τὸν τῆς ἀθλίας μου γυναικὸς τάφον ἰδεῖν, πάντα ἔχοντα τὰ ἐκείνης, πλὴν ἐκείνης. Νεκρῶν μὲν ἦν πλῆθος, ἀλλοτρίων δὲ πάντων, ὅδε δέ τις ἐν αὐτοῖς ἡμιθνὴς εὑρέθη. Τοῦτον ἐγὼ μετὰ πάσης ἐπιμελείας ἀνεκτησάμην καὶ ὑμῖν ἐτήρησα.’ [7] Μεταξὺ δὲ οἰκέται δημόσιοι τὸν Θήρωνα δεδεμένον εἰς τὸ θέατρον ἦγον μετὰ πομπῆς ἐκείνῳ πρεπούσης: ἐπηκολούθει γὰρ αὐτῷ τροχὸς καὶ καταπέλτης καὶ πῦρ καὶ μάστιγες, ἀποδιδούσης αὐτῷ τῆς προνοίας τὰ ἔπαθλα τῶν ἀγώνων. [8] Ἐπεὶ δὲ ἐν μέσῳ ἔστη, τῶν ἀρχόντων εἷς ἀνέκρινεν αὐτὸντίς εἶ;’ ‘Δημήτριος.’ ‘Εἰπὲ πόθεν;’ ‘Κρής.’ ‘Τί οἶδας; εἰπέ.’ ‘πρὸς ἐμαυτοῦ ἀδελφὸν πλέων εἰς Ἰωνίαν ἀπελείφθην νεώς, εἶτα κέλητος ἐπέβην παραπλέοντος. Τότε μὲν οὖν ὑπελάμβανον ἐμπόρους εἶναι, νῦν δὲ τυμβωρύχους. [9] Θαλαττεύοντες δὲ χρόνον μακρὸν οἱ μὲν ἄλλοι πάντες διεφθάρησαν ἀπορίᾳ τοῦ ποτοῦ, μόνος δὲ ἐγὼ σέσωσμαι διὰ τὸ μηδὲν ἐν τῷ βίῳ δεδρακέναι πονηρόν. Μὴ οὖν ὑμεῖς, Συρακούσιοι, δῆμος ἐπὶ [p. 56] φιλανθρωπίᾳ περιβόητος, γένεσθέ μοι καὶ δίψους καὶ θαλάσσης ἀγριώτεροι.’ [10] Ταῦτα λέγοντος οἰκτρῶς ἔλεος εἰσῆλθε τὰ πλήθη, καὶ τάχ̓ ἂν ἔπεισεν, ὥστε κἂν ἐφοδίων τυχεῖν, εἰ μὴ δαίμων τις τιμωρὸς Καλλιρρόης ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς: ἔμελλε γὰρ τὸ σχετλιώτατον ἔσεσθαι πάντων πραγμάτων, πεισθῆναι Συρακουσίους ὅτι μόνος ἐσώθη διὰ εὐσέβειαν μόνος σωθεὶς δἰ ἀσέβειαν, ἵνα ἐπὶ πλέον κολασθῇ. [11] Καθεζόμενος οὖν ἐν τῷ πλήθει τις ἁλιεὺς ἐγνώρισεν αὐτὸν καὶ ἡσυχῆ πρὸς τοὺς καθεζομένους εἶπετοῦτον ἐγὼ καὶ πρότερον εἶδον περὶ τὸν λιμένα τὸν ἡμέτερον στρεφόμενον.’ Ταχέως οὖν λόγος εἰς πλείονας διεδόθη, καί τις ἐξεβόησεψεύδεται.’ Πᾶς οὖν δῆμος ἐπεστράφη, [12] καὶ προσέταξαν οἱ ἄρχοντες καταβῆναι τὸν πρῶτον εἰπόντα: ἀρνουμένου δὲ Θήρωνος ἁλιεὺς μᾶλλον ἐπιστεύθη. Βασανιστὰς εὐθὺς ἐκάλουν καὶ μάστιγες προσεφέροντο τῷ δυσσεβεῖ: καόμενος δὲ καὶ τεμνόμενος ἀντεῖχεν ἐπὶ πλέον καὶ μικροῦ δεῖν ἐνίκησε τὰς βασάνους. [13] Ἀλλὰ μέγα τὸ συνειδὸς ἑκάστῳ καὶ παγκρατὴς ἀλήθεια: μόλις μὲν γὰρ καὶ βραδέως ἀλλ̓ ὡμολόγησεν Θήρων. Ἤρξατο οὖν διηγεῖσθαιπλοῦτον θαπτόμενον ἰδὼν συνήγαγον λῃστάς. [14] Ἠνοίξαμεν τὸν τάφον: εὕρομεν ζῶσαν τὴν νεκράν: πάντα συλήσαντες ἐνεθήκαμεν τῷ κέλητι: πλεύσαντες εἰς Μίλητον μόνην ἐπωλήσαμεν τὴν γυναῖκα, τὰ δὲ λοιπὰ διεκομίζομεν εἰς Κρήτην: ἐξωσθέντες δὲ εἰς τὸν Ἰόνιον ὑπὸ ἀνέμων πεπόνθαμεν καὶ ὑμεῖς ἑωράκατε.’ Πάντα εἰπὼν μόνον τοὔνομα οὐκ ἐμνημόνευσε τοῦ πριαμένου. [15] Ῥηθέντων δὲ τούτων χαρὰ καὶ λύπη πάντας εἰσῆλθε: χαρὰ μὲν ὅτι ζῇ Καλλιρρόη, λύπη δὲ ὅτι πέπραται. [p. 57] Θήρωνι μὲν οὖν θανάτου ψῆφος ἠνέχθη, Χαιρέας δὲ ἱκέτευε μηδέπω θνήσκειν τὸν ἄνθρωπον, ‘ἵνα μοιφησὶνἐλθὼν μηνύσῃ τοὺς ἀγοράσαντας. Λογίσασθέ μου τὴν ἀνάγκην: συνηγορῶ τῷ πωλήσαντί [16] μου τὴν γυναῖκα.’ Τοῦτο Ἑρμοκράτης ἐκώλυσε γενέσθαιβέλτιονεἰπὼνποιήσασθαι τὴν ζήτησιν ἐπιπονωτέραν λυθῆναι τοὺς νόμους. Δέομαι δὲ ὑμῶν, ἄνδρες Συρακούσιοι, μνησθέντας στρατηγίας τῆς ἐμῆς καὶ τροπαίων ἀποδοῦναί μοι ταύτην τὴν χάριν εἰς τὴν θυγατέρα. Πέμψατε πρεσβείαν ὑπὲρ αὐτῆς: [17] τὴν ἐλευθέραν ἀπολάβωμεν.’ Ἔτι λέγοντος δῆμος ἀνεβόησεπάντες πλεύσωμεν,’ ἐκ δὲ τῆς βουλῆς ὑπέστησαν ἐθελονταὶ τὸ πλεῖστον μέρος: δὲ Ἑρμοκράτηςτῆς μὲν τιμῆςἔφηχάριν ἐπίσταμαι πᾶσιν, ἀρκοῦσι δὲ πρεσβευταὶ δύο μὲν ἀπὸ τοῦ δήμου, δύο δὲ ἀπὸ τῆς βουλῆς: πλεύσεται δὲ Χαιρέας πέμπτος αὐτός.’ [18] Ἔδοξε ταῦτα καὶ ἐκυρώθη, διέλυσέ τε ἐπὶ τούτοις τὴν ἐκκλησίαν. Ἀπαγομένῳ δὲ Θήρωνι μέγα μέρος τοῦ πλήθους ἐπηκολούθησεν. Ἀνεσκολοπίσθη δὲ πρὸ τοῦ Καλλιρρόης τάφου καὶ ἔβλεπεν ἀπὸ τοῦ σταυροῦ τὴν θάλασσαν ἐκείνην, δἰ ἧς αἰχμάλωτον ἔφερε τὴν Ἑρμοκράτους θυγατέρα, ἣν οὐκ ἔλαβον οὐδὲ Ἀθηναῖοι.


Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐδόκει περιμένειν τὴν ὥραν τοῦ πλοῦ καὶ ἔαρος ὑπολάμψαντος ἀνάγεσθαι: τότε γὰρ ἔτι χειμὼν εἱστήκει καὶ παντάπασιν ἀδύνατον ἐδόκει τὸν Ἰόνιον περαιοῦσθαι: Χαιρέας δὲ ἔσπευδεν, ἕτοιμος ὢν διὰ τὸν ἔρωτα, ζεύξας σχεδίαν εἰς τὸ πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι. [2] Οὔκουν οὐδὲ οἱ πρέσβεις ἤθελον βραδύνειν ὑπ̓ αἰδοῦς τῆς τε πρὸς ἐκεῖνον καὶ μάλιστα πρὸς Ἑρμοκράτην, [p. 58] ἀλλ̓ ἡτοιμάζοντο πλεῖν. Συρακούσιοι δὲ δημοσίᾳ τὸν στόλον ἐξέπεμψαν, ἵνα καὶ τοῦτο εἰς ἀξίωμα προστεθῇ τῆς πρεσβείας. [3] Καθείλκυσαν οὖν ἐκείνην τὴν τριήρη τὴν στρατηγικήν, ἔχουσαν ἔτι τὰ σημεῖα τῆς νίκης. Ἐπεὶ δὲ ἧκεν κυρία τῆς ἀναγωγῆς ἡμέρα, τὸ πλῆθος εἰς τὸν λιμένα συνέδραμεν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες, καὶ ἦσαν ὁμοῦ εὐχαί, δάκρυα, στεναγμοί, παραμυθία, [4] φόβος, θάρσος, ἀπόγνωσις, ἐλπίς. Ἀρίστων δέ, Χαιρέου πατήρ, ἐσχατογήρως καὶ νοσῷ παρειμένος, περιέφυ τῷ τραχήλῳ τοῦ παιδὸς καὶ ἀνακρεμάμενος αὐτοῦ κλάων ἔλεγετίνι με καταλείπεις, τέκνον, ἡμιθνῆτα πρεσβύτην; ὅτι μὲν γὰρ οὐκέτι σε ὄψομαι δῆλον. [5] Περίμεινον δὲ κἂν ὀλίγας ἡμέρας, ὅπως ἐν ταῖς χερσὶ ταῖς σαῖς ἀποθάνω: θάψον δέ με καὶ ἄπιθι.’ δὲ μήτηρ τῶν γονάτων αὐτοῦ λαβομένηἐγὼ δὲ σου δέομαιφησίν, ‘ τέκνον, μή με ἐνταῦθα καταλίπῃς ἔρημον, ἀλλ̓ ἐμβαλοῦ τριήρει φορτίον κοῦφον: ἂν δὲ βαρεῖα καὶ περιττή, ῥίψατέ με εἰς τὴν θάλασσαν, [6] ἣν σὺ πλεῖς.’ Ταῦτα λέγουσα περιέρρηξε τὸ στῆθος καὶ προτείνουσα τὰς θηλὰς: ‘τέκνονφησί,

τάδ̓ αἴδεο καί μ̓ ἐλέησον
αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον.
Κατεκλάσθη Χαιρέας πρὸς τὰς τῶν γονέων ἱκεσίας καὶ ἔρριψεν ἑαυτὸν ἀπὸ τῆς νεὼς εἰς τὴν θάλασσαν, ἀποθανεῖν θέλων, ἵνα φύγῃ δυοῖν θάτερον, τὸ μὴ ζητεῖν Καλλιρρόην τὸ λυπῆσαι τοὺς γονεῖς: ταχέως δὲ ἀπορρίψαντες οἱ ναῦται μόλις αὐτὸν ἀνεκούφισαν. [7] Ἐνταῦθα Ἑρμοκράτης ἀπεσκέδασε τὸ πλῆθος καὶ ἐκέλευσε [p. 59] τῷ κυβερνήτῃ λοιπὸν ἀνάγεσθαι. Συνέβη δέ τι καὶ ἄλλο φιλίας ἔργον οὐκ ἀγεννές. Πολύχαρμος γάρ, ἑταῖρος τοῦ Χαιρέου, παραυτὰ μὲν οὐκ ὤφθη ἐν τῷ μέσῳ, ἀλλὰ καὶ πρὸς τοὺς γονεῖς ἔφηφίλος μέν, φίλος Χαιρέας, οὐ μὴν ἄχρι τούτου γε ὥστε καὶ περὶ τῶν ἐσχάτων αὐτῷ συγκινδυνεύειν. [8] Διόπερ, ἕως ἀποπλεῖ, ὑπεκστήσομαι.’ Ἡνίκα δὲ ἀπεσάλευσε τῆς γῆς τὸ πλοῖον, ἀπὸ τῆς πρύμνης αὐτοὺς ἀπησπάσατο, ἵνα μηκέτι αὐτὸν δύνωνται κατασχεῖν. [9] Ἐξελθὼν δὲ τοῦ λιμένος Χαιρέας καὶ ἀποβλέψας εἰς τὸ πέλαγοςἄγε μεφησίν, ‘ θάλασσα, τὸν αὐτὸν δρόμον, ὃν καὶ Καλλιρρόην ἤγαγες. Εὔχομαί σοι, Πόσειδον, κἀκείνην μεθ̓ ἡμῶν μηδὲ ἐμὲ χωρὶς ἐκείνης ἐνταῦθα. Εἰ μὴ γὰρ δύναμαι τὴν γυναῖκα τὴν ἐμὴν ἀπολαβεῖν, θέλω κἂν δουλεύειν μετ̓ αὐτῆς.’


Πνεῦμα δὲ φορὸν ὑπέλαβε τὴν τριήρη καὶ ὥσπερ κατ̓ ἴχνος τοῦ κέλητος ἔτρεχεν. Ἐν δὲ ταῖς ἴσαις ἡμέραις εἰς Ἰωνίαν ἧκον καὶ ὡρμίσαντο ἐπὶ τῆς αὐτῆς ἀκτῆς ἐν τοῖς Διονυσίου χωρίοις. [2] Οἱ μὲν οὖν ἄλλοι κεκμηκότες ἐκβάντες εἰς τὴν γῆν περὶ τὴν ἀνάληψιν ἠπείγοντο τὴν ἑαυτῶν, σκηνάς τε πηγνύμενοι καὶ παρασκευάζοντες εὐωχίαν, Χαιρέας δὲ μετὰ Πολυχάρμου περινοστῶνπῶς νῦνφησὶΚαλλιρρόην εὑρεῖν δυνάμεθα; μάλιστα μὲν γὰρ φοβοῦμαι μὴ Θήρων ἡμᾶς διεψεύσατο καὶ τέθνηκεν δυστυχής. Εἰ δ̓ ἄρα καὶ ἀληθῶς πέπραται, τίς οἶδεν ὅποι: [3] πολλὴ γὰρ Ἀσία.’ Μεταξὺ δὲ ἀλύοντες περιέπεσον τῷ νεῷ τῆς Ἀφροδίτης. Ἔδοξεν οὐν αὐτοῖς προσκυνῆσαι τὴν θεόν, καὶ προσδραμὼν τοῖς γόνασιν αὐτῆς Χαιρέαςσύ μοι, δέσποινα, πρώτη Καλλιρρόην ἔδειξας ἐν τῇ σῇ ἑορτῇ: σὺ καὶ νῦν ἀπόδος, ἣν ἐχαρίσω:’ [p. 60] μεταξὺ δ̓ ἀνακύψας εἶδε παρὰ τὴν θεὸν εἰκόνα Καλλιρρόης χρυσῆν, ἀνάθημα Διονυσίου. Τοῦ δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. [4] Κατέπεσεν οὖν σκοτοδινιάσας: θεασαμένη δὲ αὐτὸν ζάκορος ὕδωρ προσήνεγκε καὶ ἀνακτωμένη τὸν ἄνθρωπον εἶπεθάρρει, τέκνον, καὶ ἄλλους πολλοὺς θεὸς ἐξέπληξεν: ἐπιφανὴς γάρ ἐστι καὶ δείκνυσιν ἑαυτὴν ἐναργῶς. Ἀλλ̓ ἀγαθοῦ μεγάλου τοῦτ̓ ἔστι σημεῖον. Ὁρᾷς εἰκόνα τὴν χρυσῆν; αὕτη δούλη μὲν ἦν, δὲ Ἀφροδίτη πάντων ἡμῶν κυρίαν πεποίηκεν [5] αὐτήν.’ ‘Τίς γάρ ἐστιν Χαιρέας εἶπεναὕτη;’ ‘ δέσποινα τῶν χωρίων τούτων, τέκνον, Διονυσίου γυνή, τοῦ πρώτου τῶν Ἰώνων.’ Ἀκούσας Πολύχαρμος, οἷα δὴ σωφρονῶν αὐτός, οὐδὲν εἴασεν ἔτι τὸν Χαιρέαν εἰπεῖν, ἀλλ̓ ὑποβαστάσας ἐξήγαγεν ἐκεῖθεν, οὐ βουλόμενος ἐκπύστους γενέσθαι τίνες εἰσί, πρὶν ἅπαντα βουλεύσασθαι καλῶς καὶ συντάξαι πρὸς ἀλλήλους. [6] δὲ Χαιρέας τῆς ζακόρου παρούσης οὐδὲν εἶπεν ἀλλ̓ ἐσίγησεν ἐγκρατῶς, πλὴν ὅσον αὐτομάτως ἐξεπήδησεν αὐτοῦ τὰ δάκρυα: πόρρω δὲ ἀπελθὼν ἐπὶ γῆς μόνος ἔρριψεν ἑαυτὸν καὶ θάλασσαφησὶφιλάνθρωπε, τί με διέσωσας; ἵνα εὐπλοήσας ἴδω Καλλιρρόην ἄλλου γυναῖκα; τοῦτο οὐκ ἤλπισα γενέσθαι ποτὲ οὐδὲ ἀποθανόντος Χαιρέου. [7] Τί ποιήσω δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε κομιεῖσθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν ἀγοράσαντα: νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ βασιλίδα. Πόσῳ δ̓ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε πτωχεύουσαν εὑρήκειν. Εἴπω Διονυσίῳ προσελθὼν ῾ἀπόδος μοι τὴν γυναῖκα;᾿ τοῦτο δὲ λέγει τίς γεγαμηκότι; [p. 61] [8] Ἀλλ̓ οὐδ̓, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν, ἀλλ̓ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι. Κινδυνεύω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς ἀπολέσθαι.’ Ταῦτα ὀδυρόμενον παρεμυθεῖτο Πολύχαρμος.


Ἐν δὲ τῷ μεταξὺ Φωκᾶς, οἰκονόμος Διονυσίου, θεασάμενος τριήρη ναύμαχον, οὐκ ἀδεὴς καθειστήκει: ναύτην δέ τινα ὑποκορισάμενος μανθάνει παῤ αὐτοῦ τὴν ἀλήθειαν, τίνες εἰσὶ καὶ πόθεν καὶ διὰ τίνα πλέουσι. Συνῆκεν οὖν ὅτι μεγάλην συμφορὰν τριήρης αὕτη κομίζει Διονυσίῳ καὶ οὐ βιώσεται Καλλιρρόης ἀποσπασθείς. [2] Οἷα δὲ φιλοδέσποτος ἐθελήσας προλαβεῖν τὸ δεινὸν καὶ σβέσαι πόλεμον μέγαν μέν, οὐ κοινὸν δέ, ἀλλὰ τῆς Διονυσίου μόνης οἰκίας, διὰ τοῦτο ἀφιππευσάμενος εἴς τι φρουρίον βαρβάρων, ἀνήγγειλεν ὅτι τριήρης πολεμία λανθάνει τάχα μὲν ἐπὶ κατασκοπὴν τάχα δὲ καὶ διὰ λῃστείαν ὑφορμοῦσα, συμφέρει δὲ τοῖς βασιλέως πράγμασιν ἀνάρπαστον αὐτὴν γενέσθαι πρὶν ἀδικεῖν. [3] Ἔπεισε τοὺς βαρβάρους καὶ συντεταγμένους ἤγαγεν. Ἐπιπεσόντες οὖν μέσῃ νυκτὶ καὶ πῦρ ἐμβαλόντες τὴν μὲν τριήρη κατέφλεξαν, ὅσους δὲ ζῶντας ἔλαβον, δήσαντες εἰς τὸ φρουρίον ἀνήγαγον. Νεμήσεως δὲ τῶν αἰχμαλώτων γενομένης ἱκέτευσαν Χαιρέας καὶ Πολύχαρμος ἑνὶ δεσπότῃ πραθῆναι. Καὶ λαβὼν αὐτοὺς ἐπώλησεν εἰς Καρίαν. Ἐκεῖ δὲ πέδας σύροντες παχείας εἰργάζοντο τὰ Μιθριδάτου. [4] Καλλιρρόῃ δὲ ὄναρ ἐπέστη Χαιρέας δεδεμένος καὶ θέλων αὐτῇ προσελθεῖν, ἀλλὰ μὴ δυνάμενος: ἀνεκώκυσε δὲ μέγα καὶ διωλύγιον ἐν τοῖς ὕπνοιςΧαιρέα, δεῦρο.’ Τότε πρῶτον Διονύσιος ἤκουσεν ὄνομα Χαιρέου. Τῆς γυναικὸς οὖν ταραχθείσης ἐπύθετο [p. 62]τίς, ὃν ἐκάλεις;’ Προύδωκε δὲ αὐτὴν τὰ δάκρυα καὶ τὴν λύπην οὐκ ἐδυνήθη κατασχεῖν, ἀλλ̓ ἔδωκε παρρησίαν τῷ πάθει. [5]Δυστυχὴςφησὶνἄνθρωπος, ἐμὸς ἀνὴρ ἐκ παρθενίας, οὐδὲ ἐν τοῖς ὀνείροις εὐτυχής: εἶδον γὰρ αὐτὸν δεδεμένον. Ἀλλὰ σὺ μέν, ἄθλιε, τέθνηκας ζητῶν ἐμὲ ῾δηλοῖ γὰρ θάνατόν σου τὰ δεσμἄ, ἐγὼ δὲ ζῶ καὶ τρυφῶ, κατάκειμαι δὲ ἐπὶ χρυσηλάτου κλίνης μετὰ ἀνδρὸς ἑτέρου. Πλὴν οὐκ εἰς μακρὰν ἀφίξομαι πρὸς σέ. [6] Εἰ καὶ ζῶντες ἀλλήλων οὐκ ἀπελαύσαμεν, ἀποθανόντες ἀλλήλους ἕξομεν.’ Τούτων τῶν λόγων ἀκούσας Διονύσιος ποικίλας ἐλάμβανε γνώμας: ἥπτετο μὲν γὰρ αὐτοῦ ζηλοτυπία διότι καὶ νεκρὸν ἐφίλει Χαιρέαν, ἥπτετο δὲ καὶ φόβος μὴ ἑαυτὴν ἀποκτείνῃ: ἐθάρρει δ̓ ὅμως ὅτι πρῶτος ἀνὴρ ἐδόκει τεθνηκέναι τῇ γυναικί: μὴ γὰρ ἀπολείψειν αὐτὴν Διονύσιον, οὐκ ὄντος ἔτι Χαιρέου. [7] Παρεμυθεῖτο τοίνυν ὡς δυνατὸν μάλιστα τὴν γυναῖκα καὶ ἐπὶ πολλὰς ἡμέρας παρεφύλαττε, μὴ ἄρα τι δεινὸν ἑαυτὴν ἐργάσηται. Περιέσπασε δὲ τὸ πένθος ἐλπὶς τοῦ τάχα ζῆν ἐκεῖνον καὶ ψευδόνειρον αὐτὴν γεγονέναι: τὸ δὲ πλέον γαστήρ: ἑβδόμῳ γὰρ μηνὶ μετὰ τοὺς γάμους υἱὸν ἔτεκε τῷ μὲν δοκεῖν ἐκ Διονυσίου, Χαιρέου δὲ ταῖς ἀληθείαις. Ἑορτὴν μεγίστην ἤγαγεν πόλις καὶ πρεσβεῖαι ἀφίκοντο πανταχόθεν Μιλησίοις συνηδομένων ὅτι τὸ γένος αὔξει τὸ Διονυσίου. Κἀκεῖνος ὑπὸ τῆς χαρᾶς πάντων παρεχώρησε τῇ γυναικὶ καὶ δέσποιναν αὐτὴν ἀπέδειξε τῆς οἰκίας. Ἀναθημάτων ἐνέπλησε τοὺς νεώς, πανδημεὶ τὴν πόλιν εἱστία θυσίαις.


Ἀγωνιῶσα δὲ Καλλιρρόη μὴ προδοθῇ τὸ ἀπόρρητον αὐτῆς, ἠξίωσεν ἐλευθερωθῆναι Πλαγγόνα, τὴν μόνην αὐτῇ συνειδυῖαν ὅτι πρὸς Διονύσιον ἦλθεν [p. 63] ἐγκύμων, ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ τῆς τύχης ἔχῃ τὸ πιστὸν παῤ αὐτῆς. ‘Ἄσμενοςεἶπεν Διονύσιοςἀμείβομαι Πλαγγόνα διακονίας ἐρωτικῆς. [2] Ἄδικον δὲ ποιοῦμεν εἰ τὴν θεραπαινίδα τετιμήκαμεν, οὐκ ἀποδώσομεν δὲ τὴν χάριν τῇ Ἀφροδίτῃ, παῤ πρῶτον ἀλλήλους εἴδομεν.’ ‘Κἀγὼφησὶν Καλλιρρόησοῦ θέλω μᾶλλον: ἔχω γὰρ αὐτῇ μείζονα χάριν. Νῦν μὲν οὖν λεχὼ ἔτι εἰμί, περιμείναντες δὲ ὀλίγας ἡμέρας ἀσφαλέστερον ἄπιμεν εἰς τοὺς ἀγρούς.’ [3] Ταχέως δὲ αὑτὴν ἀνέλαβεν ἐκ τοῦ τόκου καὶ κρείττων ἐγένετο καὶ μείζων, οὐκέτι κόρη, ἀλλὰ γυναικὸς ἀκμὴν προσλαβοῦσα. Παραγενομένων δὲ αὐτῶν εἰς τὸν ἀγρὸν μεγαλοπρεπεῖς θυσίας παρεσκεύασε Φωκᾶς: καὶ γὰρ πλῆθος ἐπηκολούθησεν ἐξ ἄστεος. Καταρχόμενος οὖν Διονύσιος ἑκατόμβηςδέσποιναφησὶνἈφροδίτη, σύ μοι πάντων ἀγαθῶν αἰτία. [4] Παρὰ σοῦ Καλλιρρόην ἔχω, παρὰ σοῦ τὸν υἱόν, καὶ ἀνήρ εἰμι διὰ σὲ καὶ πατήρ. Ἐμοὶ μὲν ἤρκει Καλλιρρόη καὶ πατρίδος μοι καὶ γονέων γλυκυτέρα, φιλῶ δὲ τὸ τέκνον ὅτι μοι τὴν μητέρα βεβαιοτέραν πεποίηκεν. Ὅμηρον ἔχω τῆς εὐνοίας τῆς πρὸς αὐτήν. Ἱκετεύω σε, δέσποινα, σῶζε ἐμοὶ μὲν Καλλιρρόην, Καλλιρρόῃ [5] δὲ τὸν υἱόν.’ Ἐπευφήμησε τὸ πλῆθος τῶν περιεστηκότων καὶ οἱ μὲν ῥόδοις οἱ δὲ ἴοις οἱ δὲ αὐτοῖς στεφάνοις ἐφυλλοβόλησαν αὐτούς, ὥστε πλησθῆναι τὸ τέμενος ἀνθέων. Διονύσιος μὲν οὖν πάντων ἀκουόντων εἶπε τὴν εὐχήν, Καλλιρρόη δὲ μόνη ἠθέλησε πρὸς τὴν Ἀφροδίτην λαλῆσαι. [6] Πρῶτον μὲν οὖν τὸν υἱὸν εἰς τὰς αὑτῆς ἀγκάλας ἐνέθηκε, καὶ ὤφθη θέαμα κάλλιστον, οἷον οὔτε ζωγράφος ἔγραψεν οὔτε πλάστης ἔπλασεν οὔτε ποιητὴς ἱστόρησε μέχρι [p. 64] νῦν: οὐδεὶς γὰρ αὐτῶν ἐποίησεν Ἄρτεμιν Ἀθηνᾶν βρέφος ἐν ἀγκάλαις κομίζουσαν ῾ἔκλαυσεν ὑφ̓ ἡδονῆς Διονύσιος ἰδὼν καὶ ἡσυχῆ τὴν Νέμεσιν προσεκύνησἐ: μόνην δὲ Πλαγγόνα προσμεῖναι κελεύσασα τοὺς λοιποὺς προύπεμψεν εἰς τὴν ἔπαυλιν. [7] Ἐπεὶ δὲ ἀπηλλάγησαν, στᾶσα πλησίον τῆς Ἀφροδίτης καὶ ἀνατείνασα χερσὶ τὸ βρέφοςὑπὲρ τούτου σοιφησίν, ‘ δέσποινα, γινώσκω τὴν χάριν: ὑπὲρ ἐμαυτῆς γὰρ οὐκ οἶδα. Τότ̓ ἄν σοι καὶ περὶ ἐμαυτῆς ἠπιστάμην χάριν, εἴ μοι Χαιρέαν ἐτήρησας. Πλὴν εἰκόνα μοι δέδωκας ἀνδρὸς φιλτάτου καὶ ὅλον οὐκ ἀφείλου μου Χαιρέαν. [8] Δὸς δή μοι γενέσθαι τὸν υἱὸν εὐτυχέστερον μὲν τῶν γονέων, ὅμοιον δὲ τῷ πάππῳ: πλεύσειε δὲ καὶ οὗτος ἐπὶ τριήρους στρατηγικῆς, καί τις εἴποι, ναυμαχοῦντος αὐτοῦ ῾κρείττων Ἑρμοκράτους ἔγγονος:᾿ ἡσθήσεται μὲν γὰρ καὶ πατὴρ ἔχων τῆς ἀρετῆς διάδοχον, ἡσθησόμεθα δὲ οἱ γονεῖς αὐτοῦ καὶ τεθνεῶτες. [9] Ἱκετεύω σε, δέσποινα, διαλλάγηθί μοι λοιπόν: ἱκανῶς γάρ μοι δεδυστύχηται. Τέθνηκα, ἀνέζησα, λελῄστευμαι, πέφευγα, πέπραμαι, δεδούλευκα: τίθημι δὲ καὶ τὸν δεύτερον γάμον ἔτι μοι τούτων βαρύτερον. Ἀλλὰ μίαν ἀντὶ πάντων αἰτοῦμαι χάριν παρὰ σοῦ καὶ διὰ σοῦ παρὰ τῶν ἄλλων θεῶν: σῶζέ μου τὸν ὀρφανόν.’ Ἔτι βουλομένην λέγειν ἐπέσχε τὰ δάκρυα.


Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἰέρειαν: δὲ πρεσβῦτις ὑπακούσασατί κλάειςεἶπεν, ‘ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες: δὲ ἕτερος αὐτῶν θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν ἐξέπνευσεν. Οὕτως ἐπιφανῆ σε Ἀφροδίτη πεποίηκεν.’ [p. 65] [2] Ἔπληξε τὴν καρδίαν τῆς Καλλιρρόης τοῦτο καὶ ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς ἀνέκραγετίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι διηγοῦντο;’ Δείσασα δὲ πρεσβῦτις τὸ μὲν πρῶτον ἄφωνος εἱστήκει, μόλις δὲ ἐφθέγξατομόνον εἶδον αὐτούς, οὐδὲν ἤκουσα.’ ‘Ποταποὺς εἶδες; [3] ἀναμνήσθητι τὸν χαρακτῆρα αὐτῶν.’ Ἔφρασεν γραῦς οὐκ ἀκριβῶς μέν, ὑπώπτευσε δ̓ ὅμως ἐκείνη τὴν ἀλήθειαν: γὰρ βούλεται τοῦθ̓ ἕκαστος καὶ οἴεται. Βλέψασα δὲ πρὸς Πλαγγόναδύναταιφησὶν δυστυχὴς Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. Τί οὖν ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.’ [4] Ἀφικομένη τοίνυν πρὸς Διονύσιον τοῦτο μόνον εἶπεν, ὅπερ ἤκουσε παρὰ τῆς ἱερείας: ἠπίστατο γὰρ ὅτι φύσει περίεργόν ἐστιν ἔρως κἀκεῖνος δἰ ἑαυτὸν πολυπραγμονήσει περὶ τῶν γεγονότων. Ὅπερ οὖν καὶ συνέβη. Πυθόμενος γὰρ Διονύσιος εὐθὺς ἐνεπλήσθη ζηλοτυπίας καὶ πόρρω μὲν ἦν τοῦ Χαιρέαν ὑποπτεύειν, ἔδεισε δὲ ἄρα μή τις λανθάνῃ κατὰ τοὺς ἀγροὺς ἐπιβουλὴ μοιχική: πάντα γὰρ ὑποπτεύειν αὐτὸν καὶ δεδιέναι τὸ κάλλος ἀνέπειθε τῆς γυναικός. [5] Ἐφοβεῖτο δὲ οὐ μόνον τὰς παρὰ ἀνθρώπων ἐπιβουλάς, ἀλλὰ προσεδόκα τάχα αὐτῷ καταβήσεσθαι καὶ θεὸν ἐξ οὐρανοῦ ἀντεραστήν. Καλέσας τοίνυν Φωκᾶν διηρεύνατίνες εἰσὶν οἱ νεανίσκοι καὶ πόθεν; ἆρά γε πλούσιοι καὶ καλοί; διὰ τί δὲ τὴν ἐμὴν Ἀφροδίτην προσεκύνουν; τίς ἐμήνυσεν αὐτοῖς; [6] τίς ἐπέτρεψεν;’ δὲ Φωκᾶς ἀπέκρυπτε τὴν ἀλήθειαν, οὐ Διονύσιον δεδοικώς, γινώσκων δὲ ὅτι Καλλιρρόη καὶ αὐτὸν ἀπολεῖ καὶ τὸ γένος αὐτοῦ, πυθομένη περὶ τῶν γεγονότων. Ἐπεὶ οὖν ἔξαρνος ἦν ἐπιδεδημηκέναι τινάς, οὐκ εἰδὼς Διονύσιος τὴν αἰτίαν [p. 66] ὑπώπτευσε βαρυτέραν ἐπιβουλὴν καθ̓ ἑαυτοῦ συνίστασθαι. [7] Διοργισθεὶς οὖν μάστιγας ᾔτει καὶ τροχὸν ἐπὶ Φωκᾶν, καὶ οὐ μόνον ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἐν τοῖς ἀγροῖς ἅπαντας συνεκάλει μοιχείαν πεπεισμένος ζητεῖν. Αἰσθόμενος δὲ Φωκᾶς οἷ καθέστηκε δεινοῦ καὶ λέγων καὶ σιωπῶνσοὶφησί, ‘δέσποτα, [8] ἐρῶ μόνῳ τὴν ἀλήθειαν.’ δὲ Διονύσιος πάντας ἀποπέμψαςἰδοὺφησὶμόνοι γεγόναμεν. Μηδὲν: ἔτι ψεύσῃ, λέγε τἀληθὲς κἂν φαῦλον .’ ‘Φαῦλον μὲνεἶπενοὐδέν ἐστιν, δέσποτα, μεγάλων γὰρ ἀγαθῶν φέρω σοι διηγήματα: εἰ δὲ σκυθρωπότερά ἐστιν αὐτῶν τὰ πρῶτα, διὰ τοῦτο μηδὲν ἀγωνιάσῃς μηδὲ λυπηθῇς, ἀλλὰ περίμεινον, ἕως οὗ πάντα ἀκούσῃς: [9] χρηστὸν γὰρ ἔχει τὸ τέλος.’ Μετέωρος οὖν Διονύσιος πρὸς τὴν ἐπαγγελίαν γενόμενος καὶ ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεωςμὴ βράδυνεφησὶνἀλλ̓ ἤδη διηγοῦ.’ Τότ̓ οὖν ἤρξατο λέγειντριήρης ἐνθάδε κατέπλευσεν ἐκ Σικελίας καὶ πρέσβεις Συρακουσίων παρὰ σοῦ Καλλιρρόην ἀπαιτούντων.’ [10] Ἐξέθανεν Διονύσιος ἀκούσας καὶ νὺξ αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη: φαντασίαν γὰρ ἔλαβεν ὡς ἐφεστηκότος αὐτῷ Χαιρέου καὶ Καλλιρρόην ἀποσπῶντος. μὲν οὖν ἔκειτο καὶ σχῆμα καὶ χρῶμα νεκροῦ παριστάς, Φωκᾶς δὲ ἐν ἀπορίᾳ καθειστήκει, καλέσαι μὲν οὐδένα θέλων, ἵνα μή τις αὐτῷ μάρτυς γένηται τῶν ἀπορρήτων: μόλις δὲ καὶ κατ̓ ὀλίγον αὐτὸς τὸν δεσπότην ἀνεκτήσατοθάρρειλέγων, ‘Χαιρέας τέθνηκεν: ἀπόλωλεν ναῦς: οὐδεὶς ἔτι φόβος.’ Ταῦτα τὰ ῥήματα ψυχὴν ἐνέθηκε Διονυσίῳ, [11] καὶ κατ̓ ὀλίγον πάλιν ἐν ἑαυτῷ γενόμενος ἀκριβῶς ἐπυνθάνετο πάντα, καὶ Φωκᾶς διηγεῖτο τὸν ναύτην, τὸν μηνύσαντα, πόθεν τριήρης καὶ διὰ τίνα πλέουσι [p. 67] καὶ τίνες οἱ παρόντες, τὸ στρατήγημα τὸ ἴδιον ἐπὶ τοὺς βαρβάρους, τὴν νύκτα, τὸ πῦρ, τὸ ναυάγιον, τὸν φόνον, τὰ δεσμά. Καθάπερ οὖν νέφος σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον, καὶ περιπτυξάμενος Φωκᾶνσὺφησὶνεὐεργέτης ἐμός, σὺ κηδεμὼν ἀληθὴς καὶ πιστότατος ἐν τοῖς ἀπορρήτοις. [12] Διὰ σὲ Καλλιρρόην ἔχω καὶ τὸν υἱόν. Ἐγὼ μὲν οὐκ ἄν σοι προσέταξα Χαιρέαν ἀποκτεῖναι, σοῦ δὲ ποιήσαντος οὐ μέμφομαι: τὸ γὰρ ἀδίκημα φιλοδέσποτον. Τοῦτο μόνον ἀμελῶς ἐποίησας ὅτι οὐκ ἐπολυπραγμόνησας πότερον ἐν τοῖς τεθνηκόσι Χαιρέας ἐστὶν ἐν τοῖς δεδεμένοις. Καὶ ἔδει ζητῆσαι τὸν νεκρόν: καὶ γὰρ ἐκεῖνος ἂν ἔτυχε τάφου κἀγὼ βεβαιότερον ἔσχον τὸ θαρρεῖν. Οὐ δύναμαι δὲ νῦν ἀμερίμνως εὐτυχεῖν διὰ τοὺς δεδεμένους: οὐδὲ γὰρ τοῦτο ἴσμεν, ὅποι τις αὐτῶν ἐπράθη.’


Προστάξας δὲ Φωκᾶν τὰ μὲν ἄλλα τῶν γεγονότων φανερῶς διηγεῖσθαι, δύο δὲ ταῦτα σιγᾶν, τὸ ἴδιον στρατήγημα καὶ ὅτι ἐκ τῆς τριήρους τινὲς ἔτι ζῶσι, παραγίνεται πρὸς Καλλιρρόην σκυθρωπός: εἶτα συγκαλέσας πεισθέντας τοὺς ἀγροίκους, ἵνα γυνὴ πυθομένη τὰ συμβάντα βεβαιοτέραν ἤδη λάβῃ περὶ Χαιρέου τὴν ἀπόγνωσιν. [2] Ἐλθόντες δὲ διηγοῦντο ῾πάντες δὲ ᾔδεσαν̓ ὅτιβάρβαροί ποθεν λῃσταὶ νυκτὸς καταδραμόντες ἐνέπρησαν Ἑλληνικὴν τριήρη τῆς προτεραίας ὁρμισθεῖσαν ἐπὶ τῆς ἀκτῆς: καὶ μεθ̓ ἡμέραν εἴδομεν αἵματι μεμιγμένον ὕδωρ καὶ [3] νεκροὺς ὑπὸ τῶν κυμάτων φερομένους.’ Ἀκούσασα γυνὴ τὴν ἐσθῆτα περιερρήξατο, κόπτουσα δὲ τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἀνέδραμεν εἰς τὸν οἶκον, ὅποι τὸ πρῶτον εἰσῆλθε πραθεῖσα. Διονύσιος δὲ ἐξουσίαν ἔδωκε τῷ πάθει, φοβούμενος μὴ γένηται [p. 68] φορτικός, ἂν ἀκαίρως παρῇ. Πάντας οὖν ἐκέλευσεν ἀπαλλαγῆναι, μόνην δὲ προσεδρεύειν Πλαγγόνα, μή τι ἄρα δεινὸν αὑτὴν ἐργάσηται. [4] Καλλιρρόη δὲ ἠρεμίας λαβομένη, χαμαὶ καθεσθεῖσα καὶ κόνιν τῆς κεφαλῆς καταχέασα, τὰς κόμας σπαράξασα τοιούτων ἤρξατο γόωνἐγὼ μὲν προαποθανεῖν συναποθανεῖν εὐξάμην σοι, Χαιρέα: πάντως δέ μοι κἂν ἐπαποθανεῖν ἀναγκαῖον: τίς γὰρ ἔτι λείπεται ἐλπὶς ἐν τῷ ξῆν με κατέχουσα; [5] Δυστυχοῦσα μέχρι νῦν ἐλογιζόμην ῾ὄψομαί ποτε Χαιρέαν καὶ διηγήσομαι αὐτῷ πόσα πέπονθα δἰ ἐκεῖνον: ταῦτά με ποιήσει τιμιωτέραν αὐτῷ. Πόσης ἐμπλησθήσεται χαρᾶς, ὅταν ἴδῃ τὸν υἱόν.᾿ Ἀνόνητά μοι πάντα γέγονε, καὶ τὸ τέκνον ἤδη περισσόν: προσετέθη γάρ μου τοῖς κακοῖς ὀρφανός. [6] Ἄδικε Ἀφροδίτη, σὺ μόνη Χαιρέαν εἶδες, ἐμοὶ δὲ οὐκ ἔδειξας αὐτὸν ἐλθόντα: λῃστῶν χερσὶ παρέδωκας τὸ σῶμα τὸ καλόν: οὐκ ἠλέησας τὸν πλεύσαντα διὰ σέ. Τοιαύτῃ θεῷ τίς ἄν προσεύχοιτο, ἥτις τὸν ἴδιον ἱκέτην ἀπέκτεινας. [7] Οὐκ ἐβοήθησας ἐν νυκτὶ φοβερᾷ φονευόμενον ἰδοῦσα πλησίον σου μειράκιον καλόν, ἐρωτικόν: ἀφείλου μου τὸν ἡλικιώτην, τὸν πολίτην, τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν νυμφίον. [8] Ἀπόδος αὐτοῦ μοι κἂν τὸν νεκρόν. Τίθημι ὅτι ἐγεννήθημεν ἡμεῖς ἀτυχέστατοι πάντων: τί δὲ καὶ τριήρης ἠδίκησεν, ὡς βάρβαροι κατέκαυσαν αὐτήν, ἧς οὐκ ἐκράτησαν οὐδὲ Ἀθηναῖοι; Νῦν ἡμῶν ἀμφοτέρων οἱ γονεῖς τῇ θαλάσσῃ παρακάθηνται, τὸν ἡμέτερον κατάπλουν περιμένοντες, καὶ ἥτις ἂν ναῦς πόρρωθενς1 ὀφθῇ, λέγουσι ῾Χαιρέας Καλλιρόην ἄγων ἔρχεται,᾿ τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει. Θάλασσα [p. 69] μιαρά, σὺ καὶ Χαιρέαν εἰς Μίλητον ἤγαγες φονευθῆναι καὶ ἐμὲ πραθῆναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: