previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὡς μὲν ἐγαμήθη Καλλιρρόη Χαιρέᾳ, καλλίστη γυναικῶν ἀνδρὶ καλλίστῳ, πολιτευσαμένης Ἀφροδίτης τὸν γάμον, καὶ ὡς δἰ ἐρωτικὴν ζηλοτυπίαν Χαιρέου πλήξαντος αὐτὴν ἔδοξε τεθνάναι, ταφεῖσαν δὲ πολυτελῶς εἶτα ἀνανήψασαν ἐν τ̣̣̔̓άφῳ τυμβωρύχοι [p. 85] νυκτὸς ἐξήγαγον ἐκ Σικελίας, πλεύσαντες δὲ εἰς Ἰωνίαν ἐπώλησαν Διονυσίῳ, καὶ τὸν ἔρωτα τὸν Διονυσίου καὶ τὴν Καλλιρρόης πρὸς Χαιρέαν πίστιν καὶ τὴν ἀνάγκην τοῦ γάμου διὰ τὴν γαστέρα καὶ τὴν Θήρωνος ὁμολογίαν καὶ Χαιρέου πλοῦν ἐπὶ ζήτησιν τῆς γυναικὸς ἅλωσίν τε αὐτοῦ καὶ πρᾶσιν εἰς Καρίαν μετὰ Πολυχάρμου τοῦ φίλου, [2] καὶ ὡς Μιθριδάτης ἐγνώρισε Χαιρέαν μέλλοντα ἀποθνήσκειν καὶ ὡς ἔσπευδεν ἀλλήλοις ἀποδοῦναι τοὺς ἐρῶντας, φωράσας δὲ τοῦτο Διονύσιος ἐξ ἐπιστολῶν: διέβαλεν αὐτὸν πρὸς Φαρνάκην, ἐκεῖνος δὲ πρὸς βασιλέα, βασιλεὺς δὲ ἀμφοτέρους ἐκάλεσεν ἐπὶ τὴν κρίσιν, ταῦτα ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται: τὰ δ̓ ἑξῆς νῦν διηγήσομαι. [3] Καλλιρρόη μὲν γὰρ μέχρι Συρίας καὶ Κιλικίας κούφως ἔφερε τὴν ἀποδημίαν: καὶ γὰρ Ἑλλάδος ἤκουε φωνῆς καὶ θάλατταν ἔβλεπε τὴν ἄγουσαν εἰς Συρακούσας: ὡς δ̓ ἧκεν ἐπὶ ποταμὸν Εὐφράτην, μεθ̓ ὃν ἤπειρός ἐστι μεγάλη ἀφετήριον εἰς τὴν βασιλέως γῆν τὴν πολλήν, τότε ἤδη πόθος αὐτὴν ὑπεδύετο πατρίδος τε καὶ συγγενῶν, ἀπογνώσει τῆς εἰς τοὔμπαλιν ὑποστροφῆς. [4] Στᾶσα δὲ ἐπὶ τῆς ᾐόνος καὶ πάντας ἀναχωρῆσαι κελεύσασα πλὴν Πλαγγόνος τῆς μόνης πιστῆς, τοιούτων ἤρξατο λόγωνΤύχη βάσκανε καὶ μιᾶς γυναικὸς προσφιλονεικοῦσα πολέμῳ, σύ με κατέκλεισας ἐν τάφῳ ζῶσαν, κἀκεῖθεν ἐξήγαγες οὐ δἰ ἔλεον, ἀλλ̓ ἵνα λῃσταῖς με παραδῷς. [5] Ἐμερίσαντό μου τὴν φυγὴν θάλασσα καὶ Θήρων: Ἑρμοκράτους θυγάτηρ ἐπράθην καί, τὸ τῆς δουλείας μοι βαρύτερον, ἐφιλήθην, ἵνα ζῶντος Χαιρέου ἄλλῳ γαμηθῶ. Σὺ δὲ καὶ τούτων ἤδη μοι φθονεῖς: οὐκέτι γὰρ εἰς Ἰωνίαν με φυγαδεύεις. Ξένην μέν, πλ̣̣̔̓ηνικὴν ἐδίδως γῆν, ὅπου μεγάλην [p. 86] εἶχον παραμυθίαν, ὅτι θαλάσσῃ παρεκαθήμην: νῦν δὲ ἔξω με τοῦ συνήθους ῥίπτεις ἀέρος καὶ τῆς πατρίδος ὅλῳ διορίζομαι κόσμῳ. [6] Μίλητον ἀφείλου μου πάλιν, ὡς πρότερον Συρακούσας: ὑπὲρ τὸν Εὐφράτην ἀπάγομαι καὶ βαρβάροις ἐγκλείομαι μυχοῖς νησιῶτις, ὅπου μηκέτι θάλασσα. Ποίαν ἔτ̓ ἐλπίσω ναῦν ἐκ Σικελίας καταπλέουσαν; ἀποσπῶμαι καὶ τοῦ σοῦ τάφου, Χαιρέα. [7] Τίς ἐπενέγκῃ σοι χοάς, δαῖμον ἀγαθέ; Βάκτρα μοι καὶ Σοῦσα λοιπὸν οἶκος καὶ τάφος. Ἅπαξ, Εὐφρᾶτα, μέλλω σε διαβαίνειν: φοβοῦμαι γὰρ οὐχ οὕτως τὸ μῆκος τῆς ἀποδημίας ὡς μὴ δόξω κἀκεῖ καλή τινι.’ Ταῦτα ἅμα λέγουσα τὴν γῆν κατεφίλησεν, εἶτα ἐπιβᾶσα τῆς πορθμίδος διεπέρασεν. [8] Ἦν μὲν οὖν καὶ Διονυσίῳ χορηγία πολλή: πλουσιώτατα γὰρ ἐπεδείκνυτο τῇ γυναικὶ τὴν παρασκευήν: βασιλικωτέραν δὲ τὴν ὁδοιπορίαν αὐτοῖς παρεσκεύασεν τῶν ἐπιχωρίων φιλοφρόνησις. Δῆμος παρέπεμπεν εἰς δῆμον, καὶ σατράπης παρεδίδου τῷ μεθ̓ αὑτόν, πάντας γὰρ ἐδημαγώγει τὸ κάλλος. Καὶ ἄλλη δέ τις ἐλπὶς ἔθαλπε τοὺς βαρβάρους, ὅτι ἥδε γυνὴ μέγα δυνήσεται, καὶ διὰ τοῦτο ἕκαστος ἔσπευδε ξένια διδόναι πάντως τινὰ χάριν εἰς αὐτὴν ἔχειν ἀποκειμένην.


Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις: δὲ Μιθριδάτης δἰ Ἀρμενίας ἐποιεῖτο τὴν πορείαν σφοδρότερον, μάλιστα μὲν δεδοικὼς μὴ καὶ τοῦτο αἴτιον αὐτῷ γένηται πρὸς βασιλέως, ὅτι κατ̓ ἴχνος ἐπηκολούθει τῇ γυναικί, ἅμα δὲ καὶ σπεύδων προεπιδημῆσαι καὶ συγκροτῆσαι τὰ πρὸς τὴν δίκην. [2] Ἀφικόμενος οὖν εἰς Βαβυλῶνα ῾βασιλεὺς γὰρ αὐτόθι διέτριβεν̓ ἐκείνην μὲν τὴν ἡμέραν ἡσύχασε παῤ ἑαυτῷ: πάντες γὰρ οἱ σατράπαι σταθμοὺς ἔχουσιν ἀπὁ̣̣̓μένους: τῆς [p. 87] δὲ ὑστεραίας ἐπὶ θύρας ἐλθὼν τὰς βασιλέως, ἠσπάσατο μὲν Περσῶν τοὺς ὁμοτίμους, Ἀρταξάτην δὲ τὸν εὐνοῦχον ὃς μέγιστος ἦν παρὰ βασιλεῖ καὶ δυνατώτατος πρῶτον μὲν δώροις ἐτίμησεν, εἶταἀπάγγειλονεἶπεβασιλεῖ: Μιθριδάτης σὸς δοῦλος πάρεστιν ἀπολύσασθαι διαβολὴν Ἕλληνος ἀνδρὸς καὶ προσκυνῆσαι.’ [3] Μετ̓ οὐ πολὺ δ̓ ἐξελθὼν εὐνοῦχος ἀπεκρίνατο ὅτιἐστὶ βασιλεῖ βουλομένῳ Μιθριδάτην μηδὲν ἀδικεῖν: κρινεῖ δὲ ἐπειδὰν καὶ Διονύσιος παραγένηται.’ Προσκυνήσας οὖν Μιθριδάτης ἀπηλλάττετο, μόνος δὲ γενόμενος ἐκάλεσε Χαιρέαν καὶ ἔφη πρὸς αὐτὸνἐγὼ κρίνομαι καὶ ἀποδοῦναί σοι θελήσας Καλλιρρόην ἐγκαλοῦμαι: τὴν γὰρ σὴν ἐπιστολήν, ἣν ἔγραψας πρὸς τὴν γυναῖκα, Διονύσιος ἐμέ φησι γεγραφέναι καὶ μοιχείας ἀπόδειξιν ἔχειν ὑπολαμβάνει: πέπεισται γὰρ σὲ τεθνάναι, καὶ πεπείσθω μέχρι τῆς δίκης, ἵνα αἰφνίδιον ὀφθῇς. [4] Ταύτην ἀπαιτῶ σε τῆς εὐεργεσίας τὴν ἀνταμοιβήν: ἀπόκρυψον σεαυτόν: μήτε ἰδεῖν Καλλιρρόην μήτ̓ ἐξετάσαι τι περὶ αὐτῆς καρτέρησον.’ Ἄκων μέν, ἀλλ̓ ἐπείθετο Χαιρέας καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτοῦ τὰ δάκρυα κατὰ τῶν παρειῶν: εἰπὼν δὲποιήσω, δέσποτα, προστάττειςἀπῆλθεν εἰς τὸ δωμάτιον, ἐν κατήγετο μετὰ Πολυχάρμου ῾̣̣̓ φίλου, καὶ ῥίψας ἑαυτὸν εἰς τοὔδαφ̣̣̔̓ς, πεῥ̣̣̓ενος τὸν χιτῶνα ἀμφοτέραις χερσὶν ἑλὡ̣̣̓ιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ̓ ᾔσχυνε πρόσωπον. Εἶτα ἔλεγε κλάωνἐγγύς ἐσμεν, Καλλιρρόη, καὶ οὐχ ὁρῶμεν ἀλλήλους. [5] Σὺ μὲν οὖν οὐδὲν ἀδικεῖς: οὐ γὰρ οἶδας ὅτι Χαιρέας ζῇ: πάντων δὲ ἀσεβέστατος ἐγώ, μὴ βλέπειν σε κεκελευσμένος, καὶ δειλὸς [p. 88] καὶ φιλόζωος μέχρι τοσούτου φέρω τυραννούμενος. Σοὶ δὲ εἴ τις τοῦτο προσέταξεν, οὐκ ἂν ἔζησας.’ [6] Ἐκεῖνον μὲν οὖν παρεμυθεῖτο Πολύχαρμος, ἤδη δὲ καὶ Διονύσιος πλησίον ἐγένετο Βαβυλῶνος καὶ φήμη προκατελάμβανε τὴν πόλιν, ἀπαγγέλλουσα πᾶσιν ὅτι παραγίνεται γυνή, κάλλος οὐκ ἀνθρώπινον ἀλλά τι θεῖον, ὁποίαν ἐπὶ γῆς ἄλλην ἥλιος οὐχ ὁρᾷ: φύσει δέ ἐστι τὸ βάρβαρον γυναιμανές, ὥστε πᾶσα οἰκία καὶ πᾶς στενωπὸς ἐπεπλήρωτο τῆς δόξης: διέβαινε δὲ φήμη μέχρις αὐτοῦ βασιλέως, ὥστε καὶ ἤρετο Ἀρταξάτην τὸν εὐνοῦχον εἰ πάρεστιν Μιλησία. [7] Διονύσιον δὲ καὶ πάλαι μὲν ἐλύπει τὸ περιβόητον τῆς γυναικὸς ῾οὐ γὰρ εἶχεν ἀσφάλειαν̓, ἐπεὶ δὲ εἰς Βαβυλῶνα ἔμελλεν εἰσιέναι, τότ̓ ἤδη καὶ μᾶλλον ἐνεπίμπρατο, στενάξας δὲ ἔφη πρὸς ἑαυτὸνοὐκέτι ταῦτα Μίλητός ἐστι, Διονύσιε, σὴ πόλις: κἀκεῖ δὲ τοὺς ἐπιβουλεύοντας ἐφυλάττου. [8] Τολμηρὲ καὶ τοῦ μέλλοντος ἀπροόρατε, εἰς Βαβυλῶνα Καλλιρρόην ἄγεις, ὅπου Μιθριδᾶται τοσοῦτοι; Μενέλαος ἐν τῇ σώφρονι Σπάρτῃ τὴν Ἑλένην οὐκ ἐτήρησεν, ἀλλὰ παρηυδοκίμησε καὶ βασιλέα βάρβαρος ποιμήν: πολλοὶ Πάριδες ἐν Πέρσαις. Οὐχ ὁρᾷς τοὺς κινδύνους, οὐ τὰ προοίμια; πόλεις ἡμῖν ἀπαντῶσι καὶ θεραπεύουσι σατράπαι. [9] Σοβαρὡ̣̣̓ γέγονεν ἤδη, καὶ οὔπω βασιλεὺς ἑώρακεν ῾̣̣̓ Μία τοίνυν σωτηρίας ἐλπὶς διακλέψαι τὴν γὑ̣̣̓ φυλαχθήσεται γάρ, ἂν δυνηθῇ λαθεῖν.’ Τἁ̣̣̓τα λογισάμενος ἵππου μὲν ἐπέβη, τὴν δὲ Καλλιρρόην εἴασεν ἐπὶ τῆς ἁρμαμάξης καὶ συνεκάλυψε τὴν σκηνήν. Τάχα δ̓ ἂν καὶ προυχώρησεν, ὅπερ ἤθελεν, εἰ μὴ συνέβη τι τοιοῦτον.


Ἧκον παρὰ Στάτειραν, τὴν γυναῖκα τὴν βασιλέως τῶν ἐνδοξοτάτων Περσῶν αἱ γυναῖκες καί τις εἶπεν ἐξ [p. 89] αὐτῶν δέσποινα, γύναιον Ἑλληνικὸν ἐπιστρατεύεται ταῖς ἡμετέραις οἰκίαις, καὶ πάλαι μὲν πάντες ἐθαύμαζον ἐπὶ τῷ κάλλει, κινδυνεύει δὲ ἐφ̓ ἡμῶν δόξα τῶν Περσίδων γυναικῶν καταλυθῆναι. Φέῤ οὖν σκεψώμεθα πῶς μὴ παρευδοκιμηθῶμεν ὑπὸ τῆς ξένης.’ [2] Ἐγέλασεν βασίλισσα ἀπιστοῦσα τῇ φήμῃ, ἅμα δὲ εἶπενἀλαζόνες εἰσὶν Ἕλληνες καὶ πτωχοὶ καὶ διὰ τοῦτο καὶ τὰ μικρὰ θαυμάζουσι μεγάλως. Οὕτως φημίζουσι Καλλιρρόην καλὴν ὡς καὶ Διονύσιον πλούσιον. Μία τοίνυν ἐξ ἡμῶν, ἐπειδὰν εἰσίῃ, φανήτω μετ̓ αὐτῆς, ἵνα ἀποσβέσῃ τὴν πενιχράν τε καὶ [3] δούλην.’ Προσεκύνησαν πᾶσαι τὴν βασιλίδα καὶ τῆς γνώμης ἀπεθαύμασαν καὶ τὸ μὲν πρῶτον ὡς ἐξ ἑνὸς στόματος ἀνεβόησανεἴθε δυνατὸν ἦν ὀφθῆναί σε, δέσποινα,’ εἶτα διεσχίσθησαν αἱ. γνῶμαι: καὶ τὰς ἐνδοξοτάτας ὠνόμαζον ἐπὶ κάλλει. [4] Χειροτονία δὲ ἦν ὡς ἐν θεάτρῳ, καὶ προυκρίθη Ῥοδογύνη, θυγάτηρ μὲν Ζωπύρου, γυνὴ δὲ Μεγαβύζου, μέγα τι χρῆμα κάλλους καὶ περιβόητον, οἷον τῆς Ἰωνίας Καλλιρρόη, τοιοῦτο τῆς Ἀσίας Ῥοδογύνη. Λαβοῦσαι δὲ αὐτὴν αἱ γυναῖκες ἐκόσμουν, ἑκάστη τι παῤ αὑτῆς συνεισφέρουσα εἰς κόσμον: δὲ βασιλὶς ἔδωκε περιβραχιόνια καὶ ὅρμον. [5] Ἐπεὶ τοίνυν εἰς τὸν ἀγῶνα καλῶς αὐτὴν κατεσκεύασαν, ὡς δῆθεν εἰς ἀπάντησιν Καλλιρρόης παρεγίνετο: καὶ γὰρ εἶχε πρόφασιν οἰκείαν, ἐπειδὴ ἦν ἀδελφὴ Φαρνάκου, τοῦ γράψαντος βασιλεῖ περὶ Διονυσίου. [6] Ἐξεχεῖτο δὲ πᾶσα Βαβυλὼν ἐπὶ τὴν θέαν καὶ τὸ πλῆθος ἐστενοχώρει τὰς πύλας. Ἐν δὲ τῷ περιφανεστάτῳ παραπεμπομένη βασιλικῶς Ῥοδογύνη περιέμενεν: εἱστήκει δὲ ἁβρὰ καὶ θρυπτομένη καὶ ὡς προκαλουμένη, πάντες δὲ εἰς αὐτὴν ἀπέβλεπον καὶ [p. 90] διελάλουν πρὸς ἀλλήλουςνενικήκαμεν: Περσὶς ἀποσβέσει τὴν ξένην. [7] Εἰ δύναται, συγκριθήτω: μαθέτωσαν Ἕλληνες ὅτι εἰσὶν ἀλαζόνες.’ Ἐν τούτῳ δὲ ἐπῆλθεν Διονύσιος καὶ μηνυθέντος αὐτῷ τὴν Φαρνάκου συγγενίδα παρεῖναι, καταπηδήσας ἐκ τοῦ ἵππου προσῆλθεν αὐτῇ φιλοφρονούμενος. [8] Ἐκείνη δὲ ὑπερυθριῶσαθέλωφησὶτὴν ἀδελφὴν ἀσπάσασθαι,’ καὶ ἅμα τῇ ἁρμαμάξῃ προσῆλθεν. Οὔκουν δυνατὸν ἦν αὐτὴν ἔτι μένειν κεκαλυμμένην, ἀλλ̓ Διονύσιος μὲν ἄκων καὶ στένων ὑπ̓ αἰδοῦς τὴν Καλλιρρόην προελθεῖν ἠξίωσεν: ἅμα δὲ πάντες οὐ μόνον τοὺς ὀφθαλμοὺς ἀλλὰ καὶ τὰς ψυχὰς ἐξέτειναν καὶ μικροῦ δεῖν ἐπ̓ ἀλλήλους κατέπεσον, ἄλλος πρὸ ἄλλου θέλων ἰδεῖν καὶ ὡς δυνατὸν ἐγγυτάτω γενέσθαι. [9] Ἐξέλαμψε δὲ τὸ Καλλιρρόης πρόσωπον, καὶ μαρμαρυγὴ κατέσχε τὰς ἁπάντων ὄψεις, ὥσπερ ἐν νυκτὶ βαθείᾳ πολλοῦ: φωτὸς αἰφνίδιον φανέντος: ἐκπλαγέντες δὲ οἱ βάρβαροι προσεκύνησαν καὶ οὐδεὶς ἐδόκει Ῥοδογύνην παρεῖναι. Συνῆκε δὲ καὶ Ῥοδογύνη τῆς ἥττης, καὶ μήτε ἀπελθεῖν δυναμένη μήτε βλέπεσθαι θέλουσα ὑπέδυ τὴν σκηνὴν μετὰ τῆς Καλλιρρόης, [10] παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν. μὲν ἁρμάμαξα προῄει συγκεκαλυμμένη, οἱ δὲ ἄνθρωποι, μηκέτι ἔχοντες Καλλιρρόην ὁρᾶν, κατεφίλουν τὸν δίφρον. Βασιλεὺς δὲ ὡς ἤκουσεν ἀφῖχθαι Διονύσιον, ἐκέλευσεν Ἀρταξάτην τὸν εὐνοῦχον ἀπαγγεῖλαι πρὸς αὐτὸνἐχρῆν μέν σε κατηγοροῦντα ἀνδρὸς ἀρχὴν μεγάλην πεπιστευμένου μὴ βραδύνειν: ἀφίημι δέ σοι τὴν αἰτίαν, ὅτι μετὰ γυναικὸς ἐβάδιζες. [11] Ἐγὼ δὲ νῦν μὲν ἑορτὴν ἄγω καὶ πρὸς ταῖς θυσίαις εἰμί: τριακοστῇ δὲ ὕστερον ἡμέρᾳ ἀκροάσομαι τῆς δίκης.’ Προσκυνήσας Διονύσιος ἀπηλλάγη. [p. 91]


Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην παῤ ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον Ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ ὅσον μὲν ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο: καὶ γὰρ ἦν ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη: Διονύσιος δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν: ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς νόμους εἰς γυναῖκα ἐπιβουλευθείς, καὶ μεῖζόν ἐστι, τοιαύτην. [2] Οὐ μὴν οὐδ̓ γυναικωνῖτις Περσῶν ἀμέριμνος ἦν, ἀλλὰ κἀνταῦθα διῃρέθησαν αἱ πουδαί: τὸ μὲν γὰρ αὐτῶν ἐπ̓ εὐμορφίᾳ μέγα φρονοῦν ἐφθόνει τῇ Καλλιρρόῃ καὶ ἤθελεν αὐτὴν ἐκ τῆς δίκης ὑβρισθῆναι, τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι συνηύχοντο. [3] Τὴν νίκην δὲ ἑκάτερος αὐτῶν ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε: Διονύσιος μὲν θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε Μιθριδάτης πρὸς Καλλιρρόην ὀνόματι Χαιρέου ῾ζῆν γὰρ οὐδέποτε Χαιρέαν προσεδόκἀ, Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι ἐπέπειστο ἁλῶναι μὴ δύνασθαι. Προσεποιεῖτο δὲ δεδιέναι καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον λαμπροτέραν τὴν ἀπολογίαν ποιήσηται. [4] Ταῖς δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν ἕτερον διελάλουν τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅλη Βαβυλὼν δικαστήριον ἦν. Ἐδόκει δὲ πᾶσιν προθεσμία μακρὰ καὶ οὐ τοῖς ἄλλοις μόνον ἀλλὰ καὶ αὐτῷ βασιλεῖ. Ποῖος ἀγὼν Ὀλυμπικὸς νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτην ἔσχον σπουδῆς; [5] Ἐπεὶ δὲ ἧκεν κυρία τῶν ἡμερῶν, ἐκαθέσθη βασιλεύς. Ἔστι δὲ οἶκος ἐν τοῖς βασιλείοις ἐξαιρέτως ἀποδεδειγμένος εἰς δικαστήριον, μεγέθει καὶ κάλλει διαφέρων: ἔνθα μέσος μὲν θρόνος κεῖται βασιλεῖ, [p. 92] παῤ ἑκάτερα δὲ τοῖς φίλοις καὶ ὅσοι τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων. [6] Περιεστᾶσι δὲ κύκλῳ τὸν θρόνον λοχαγοὶ καὶ ταξίαρχοι καὶ τῶν βασιλέως ἐξελευθέρων τὸ ἐντιμότατον, ὥστε ἐπ̓ ἐκείνου τοῦ συνεδρίου καλῶς ἂν εἴποι τις οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο. Παράγονται δὲ οἱ καθεζόμενοι μετὰ σιγῆς καὶ δέους. [7] Τότε οὖν ἕωθεν μὲν πρῶτος ἧκε Μιθριδάτης, δορυφορούμενος ὑπὸ φίλων καὶ συγγενῶν, οὐ πάνυ τι λαμπρὸς οὐδὲ φαιδρός, ἀλλ̓, ὡς ὑπεύθυνος, ἐλεεινός: ἐπηκολούθει δὲ καὶ Διονύσιος Ἑλληνικῷ σχήματι Μιλησίαν στολὴν ἀμπεχόμενος, τὰς ἐπιστολὰς τῇ χειρὶ κατέχων. [8] Ἐπεὶ δὲ εἰσήχθησαν, προσεκύνησαν. Ἔπειτα βασιλεὺς ἐκέλευε τὸν γραμματέα τὰς ἐπιστολὰς ἀναγνῶναι, τήν τε Φαρνάκου καὶ ἣν ἀντέγραψεν αὐτός, ἵνα μάθωσιν οἱ συνδικάζοντες πῶς εἰσῆκται τὸ πρᾶγμα. Ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν ἔπαινος ἐξερράγη πολὺς τὴν σωφροσύνην καὶ δικαιοσύνην θαυμαζόντων τὴν βασιλέως. [9] Σιωπῆς δὲ γενομένης ἔδει μὲν ἄρξασθαι τοῦ λόγου Διονύσιον τὸν κατήγορον, καὶ πάντες εἰς ἐκεῖνον ἀπέβλεψαν: ἔφη δὲ Μιθριδάτηςοὐ προλαμβάνωφησί, ‘δέσποτα, τὴν ἀπολογίαν, ἀλλ̓ οἶδα τὴν τάξιν: δεῖ δὲ πρὸ τῶν λόγων ἅπαντας παρεῖναι τοὺς ἀναγκαίους ἐν τῇ δίκῃ: ποῦ τοίνυν γυνή, περὶ ἧς κρίσις; ἔδοξας δ̓ αὐτὴν ἀναγκαίαν διὰ τῆς ἐπιστολῆς καὶ ἔγραψας παρεῖναι, καὶ πάρεστι. [10] Μὴ οὖν Διονύσιος ἀποκρυπτέτω τὸ κεφάλαιον καὶ τὴν αἰτίαν ὅλου τοῦ πράγματος.’ Πρὸς ταῦτα ἀπεκρίνατο Διονύσιοςκαὶ τοῦτο μοιχοῦ παράγειν εἰς ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός, οὕτε ἐγκαλοῦσαν οὔτε ἐγκαλουμένην αὐτήν. [11] Εἰ μὲν οὖν διεφθάρη, ὡς ὑπεύθυνον ἔδει παρεῖναι: νῦν δὲ σὺ [p. 93] ἐπεβούλευσας ἀγνοούσῃ, καὶ οὔτε μάρτυρι χρῶμαι τῇ γυναικὶ οὔτε συνηγόρῳ. Τί οὖν ἀναγκαῖον παρεῖναι τὴν κατ̓ οὐδὲν μετέχουσαν τῆς δίκης;’ Ταῦτα δικανικῶς μὲν εἶπεν Διονύσιος, πλὴν οὐδένα ἔπειθεν: [12] ἐπεθύμουν γὰρ πάντες Καλλιρρόην ἰδεῖν. Αἰδουμένου δὲ κελεῦσαι βασιλέως πρόφασιν ἔσχον οἱ φίλοι τὴν ἐπιστολήν: ἐκλήθη γὰρ ὡς ἀναγκαία. ‘Πῶς οὖν οὐκ ἄτοπονἔφη τιςἐξ Ἰωνίας μὲν ἐλθεῖν, ἐν Βαβυλῶνι [13] δὲ οὖσαν ὑστερεῖν;’ Ἐπεὶ τοίνυν ὡρίσθη καὶ Καλλιρρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς Διονύσιος, ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν εἰς δικαστήριον οὐδὲν εἰδυῖαν ῾εἰκὸς γὰρ ἦν καὶ ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην̓ εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην.


Καὶ τότε μὲν οὕτως διελύθησαν: ἀφικόμενος δὲ εἰς τὴν οἰκίαν Διονύσιος, οἷα δὴ φρόνιμος ἀνὴρ καὶ πεπαιδευμένος λόγους τῇ γυναικὶ προσήνεγκεν ὡς ἐν τοιούτοις πιθανωτάτους, ἐλαφρῶς τε καὶ πράως ἕκαστα διηγούμενος. Οὐ μὴν ἀδακρυτί γε ἤκουσεν Καλλιρρόη, πρὸς τοὔνομα δὲ τὸ Χαιρέου πολλὰ ἀνέκλαυσε καὶ πρὸς τὴν δίκην ἐδυσχέρανε. [2]Τοῦτο γὰρφησὶμόνον ἔλιπέ μου ταῖς συμφοραῖς, εἰσελθεῖν εἰς δικαστήριον. Τέθνηκα καὶ κεκήδευμαι, τετυμβωρύχημαι, πέπραμαι, δεδούλευκα: ἰδού, Τύχη, καὶ κρίνομαι. Οὐκ ἤρκει σοι διαβαλεῖν ἀδίκως με πρὸς Χαιρέαν, ἀλλ̓ ἔδωκάς μοι παρὰ Διονυσίῳ μοιχείας ὑπόθεσιν. [3] Τότε μου τὴν διαβολὴν ἐπόμπευσας τάφῳ, νῦν δὲ βασιλικῷ δικαστηρίῳ. Διήγημα καὶ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης γέγονα. Ποίοις ὀφθαλμοῖς ὄψομαι τὸν δικαστήν; οἵων ἀκοῦσαί με δεῖ ῥημάτων; κάλλος ἐπίβουλον, εἰς τοῦτο μόνον ὑπὸ τῆς [p. 94] φύσεως δοθέν, ἵνα μου πλησθήσῃ τῶν διαβολῶν. [4] Ἑρμοκράτους θυγάτηρ κρίνεται καὶ τὸν πατέρα συνήγορον οὐκ ἔχει: οἱ μὲν γὰρ ἄλλοι ἐπὰν εἰς δικαστήριον εἰσίωσιν, εὔνοιαν εὔχονται καὶ χάριν, ἐγὼ δὲ φοβοῦμαι μὴ ἀρέσω τῷ δικαστῇ.’ [5] Τοιαῦτα ὀδυρομένη τὴν ἡμέραν ὅλην ἀθύμως διήγαγε καὶ μᾶλλον ἐκείνης Διονύσιος: νυκτὸς δὲ ἐπελθούσης ὄναρ ἔβλεπεν αὑτὴν ἐν Συρακούσαις παρθένον εἰς τὸ τῆς Ἀφροδίτης τέμενος εἰσιοῦσαν κἀκεῖθεν ἐπανιοῦσαν ὁρῶσαν Χαιρέαν καὶ τὴν τῶν γάμων ἡμέραν καὶ ἐστεφανωμένην τὴν πόλιν ὅλην καὶ προπεμπομένην αὑτὴν ὑπὸ πατρὸς καὶ μητρὸς εἰς τὴν οἰκίαν τοῦ νυμφίου. [6] Μέλλουσα δὲ καταφιλεῖν Χαιρέαν ἐκ τῶν ὕπνων ἀνέθορε καὶ καλέσασα Πλαγγόνα ῾Διονύσιος γὰρ ἔφθη προεξαναστάς, ἵνα μελετήσῃ τὴν δίκην̓ τὸ ὄναρ διηγεῖτο. Καὶ Πλαγγὼν ἀπεκρίνατοθάρρει, δέσποινα, καὶ χαῖρε: καλὸν ἐνύπνιον εἶδες: πάσης ἀπολυθήσῃ φροντίδος: [7] ὥσπερ γὰρ ὄναρ ἔδοξας, οὕτω καὶ ὕπαρ. Ἄπιθι εἰς τὸ βασιλέως δικαστήριον ὡς ἱερὸν Ἀφροδίτης, ἀναμνήσθητι σαυτῆς, ἀναλάμβανε τὸ κάλλος τὸ νυμφικόν.’ Καὶ ταῦτα ἅμα λέγουσα ἐνέδυε καὶ ἐκόσμει τὴν Καλλιρρόην, δὲ αὐτομάτως ψυχὴν εἶχεν ἱλαράν, ὥσπερ προμαντευομένη τὰ μέλλοντα. [8] Ἕωθεν οὖν ὠθισμὸς ἦν περὶ τὰ βασίλεια καὶ μέχρις ἔξω πλήρεις οἱ στενωποί: πάντες γὰρ συνέτρεχον τῷ μὲν δοκεῖν ἀκροαταὶ τῆς δίκης, τὸ δὲ ἀληθὲς Καλλιρρόης θεαταί: τοσούτῳ δὲ ἔδοξε κρείττων ἑαυτῆς, ὅσῳ τὸ πρότερον τῶν ἄλλων γυναικῶν. [9] Εἰσῆλθεν οὖν εἰς τὸ δικαστήριον, οἵαν θεῖος ποιητὴς τὴν Ἑλένην ἐπιστῆναί φησι τοῖς ἀμφὶ Πρίαμον [p. 95] καὶ Πάνθοον ἠδὲ Θυμοίτην δημογέρουσιν: ὀφθεῖσα δὲ θάμβος ἐποίησε καὶ σιωπήν, πάντες δ̓ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι: καὶ εἴγε Μιθριδάτην ἔδει πρῶτον εἰπεῖν, οὐκ ἂν ἔσχε φωνήν. Ὥσπερ γὰρ ἐπί τι τραῦμα παλαιὸν τὴν ἐρωτικὴν ἐπιθυμίαν σφοδροτέραν αὖθις ἐλάμβανε πληγήν.


Ἤρξατο δὲ Διονύσιος τῶν λόγων οὕτωςχάριν ἔχω σοι τῆς τιμῆς, βασιλεῦ, ἣν ἐτίμησας κἀμὲ καὶ σωφροσύνην καὶ τοὺς πάντων γάμους: οὐ γὰρ περιεῖδες ἄνδρα ἰδιώτην ἐπιβουλευθέντα ὑπὸ ἡγεμόνος, ἀλλ̓ ἐκάλεσας, ἵνα ἐπ̓ ἐμοῦ μὲν ἐκδικήσῃς τὴν ἀσέλγειαν καὶ ὕβριν, [2] ἀπὸ τῶν ἄλλων δὲ κωλύσῃς. Μείζονος δὲ τιμωρίας ἄξιον τὸ ἔργον γέγονε καὶ διὰ τὸν ποιήσαντα. Μιθριδάτης γάρ, οὐκ ἐχθρὸς ὢν ἀλλὰ ξένος ἐμὸς καὶ φίλος, ἐπίβουλος ἐμοί, καὶ οὐκ εἰς ἄλλο τι τῶν κτημάτων, ἀλλ̓ εἰς τὸ τιμιώτερον ἐμοὶ σώματός τε καὶ ψυχῆς, τὴν γυναῖκα. [3] Ὃν ἐχρῆν, εἴ τις ἄλλος ἐπλημμέλησεν εἰς ἡμᾶς, αὐτὸν βοηθεῖν, εἰ καὶ μὴ δἰ ἐμὲ τὸν φίλον, ἀλλὰ διὰ σὲ τὸν βασιλέα. Σὺ γὰρ ἐνεχείρισας αὐτῷ τὴν μεγίστην ἀρχήν, ἧς ἀνάξιος φανεὶς κατῄσχυνε, μᾶλλον δὲ προύδωκε τὸν πιστεύσαντα τὴν ἀρχήν. [4] Τὰς μὲν οὖν δεήσεις τὰς Μιθριδάτου καὶ τὴν δύναμιν καὶ τὴν παρασκευήν, ὅσῃ χρῆται πρὸς τὸν ἀγῶνα, ὅτι οὐκ ἐξ ἴσου καθεστήκαμεν, οὐδὲ αὐτὸς ἀγνοῶ: θαρρῶ δέ, βασιλεῦ, τῇ σῇ δικαιοσύνῃ καὶ τοῖς γάμοις καὶ τοῖς νόμοις, οὓς ὁμοίως σὺ πᾶσι τηρεῖς. [5] Εἰ γὰρ μέλλεις αὐτὸν ἀφιέναι, πολὺ βέλτιον ἦν μηδὲ καλέσαι: τότε μὲν γὰρ ἐφοβοῦντο πάντες, ὡς κολασθησομένης τῆς ἀσελγείας, ἐὰν εἰς κρίσιν εἰσέλθῃ: καταφρονήσει δὲ λοιπόν, ἐὰν κριθεὶς παρὰ σοὶ μὴ κολασθῇ. δὲ ἐμὸς λόγος σαφής ἐστι καὶ [p. 96] σύντομος. Ἀνήρ εἰμι Καλλιρρόης ταύτης, ἤδη δὲ ἐξ αὐτῆς καὶ πατήρ, γήμας οὐ παρθένον, ἀλλ̓ ἀνδρὸς προτέρου γενομένην, Χαιρἔου τοὔνομα, πάλαι τεθνεῶτος, [6] οὗ καὶ τάφος ἐστὶ παῤ ἡμῖν. Μιθριδάτης οὖν ἐν Μιλήτῳ γενόμενος καὶ θεασάμενός μου τὴν γυναῖκα διὰ τὸ τῆς ξενίας δίκαιον, τὰ μετὰ ταῦτα οὐκ ἔπραξεν οὔτε ὡς φίλος οὔτε ὡς ἀνὴρ σώφρων καὶ κόσμιος, ὁποίους σὺ βούλει εἶναι τοὺς τὰς σὰς πόλεις ἐγκεχειρισμένους, ἀλλ̓ ἀσελγὴς ὤφθη καὶ τυραννικός. [7] Ἐπιστάμενος δὲ τὴν σωφροσύνην καὶ φιλανδρίαν τῆς γυναικὸς λόγοις μὲν χρήμασι πεῖσαι αὐτὴν ἀδύνατον ἔδοξε, τέχνην δὲ ἐξεῦρεν ἐπιβουλῆς, ὡς ᾤετο, πιθανωτάτην: τὸν γὰρ πρότερον αὐτῆς ἄνδρα Χαιρέαν ὑπεκρίνατο ζῆν καὶ πλάσας ἐπιστολὰς ἐπὶ τῷ ὀνόματι τῷ ἐκείνου πρὸς Καλλιρρόην ἔπεμψε διὰ δούλων. [8] δὲ σὴ τύχη, βασιλεῦ, ἄξιον ὄντα κατέστησε καὶ πρόνοια τῶν ἄλλων θεῶν φανερὰς ἐποίησε τὰς ἐπιβουλάς: τοὺς γὰρ δούλους μετὰ τῶν ἐπιστολῶν ἔπεμψε πρὸς ἐμὲ Βίας στρατηγὸς Πριηνέων, ἐγὼ δὲ φωράσας ἐμήνυσα τῷ σατράπῃ Λυδίας καὶ Ἰωνίας Φαρνάκῃ, ἐκεῖνος δὲ σοί. [9] Τὸ μὲν διήγημα εἴρηκα τοῦ πράγματος, περὶ οὗ δικάζεις: αἱ δὲ ἀποδείξεις ἄφυκτοι: δεῖ γὰρ δυοῖν θάτερον, Χαιρέαν ζῆν, Μιθριδάτην ἠλέγχθαι μοιχόν. Καὶ γὰρ οὐδὲ τοῦτο δύναται λέγειν, ὅτι τεθνηκέναι Χαιρέαν ἠγνόει: τούτου γὰρ ἐν Μιλήτῳ παρόντος ἐχώσαμεν ἐκείνῳ τὸν τάφον, καὶ συνεπένθησεν ἡμῖν. [10] Ἀλλ̓ ὅταν μοιχεῦσαι θέλῃ Μιθριδάτης, ἀνίστησι τοὺς νεκρούς. Παύσομαι τὴν ἐπιστολὴν ἀναγνούς, ἣν οὗτος διὰ τῶν ἰδίων δούλων ἔπεμψεν εἰς Μίλητον ἐκ Καρίας. Λέγε λαβών Χαιρέας ζῶ. Τοῦτο ἀποδειξάτω Μιθριδάτης καὶ ἀφείσθω. Λόγισαι [p. 97] δέ, βασιλεῦ, πῶς ἀναίσχυντός ἐστι μοιχός, ὅπου καὶ νεκροῦ καταψεύδεται.’ [11] Ταῦτα εἰπὼν Διονύσιος παρώξυνε τοὺς ἀκούοντας καὶ εὐθὺς εἶχε τὴν ψῆφον, θυμωθεὶς δὲ βασιλεὺς εἰς Μιθριδάτην πικρὸν καὶ σκυθρωπὸν ἀπέβλεψε.


Μηδὲν οὖν καταπλαγεὶς ἐκεῖνοςδέομαί σουφησί, ‘βασιλεῦ, δίκαιος γὰρ εἶ καὶ φιλάνθρωπος, μὴ καταγνῷς μου, πρὶν ἀκούῃς τῶν λόγων ἑκατέρωθεν, μηδὲ ἄνθρωπος Ἕλλην, πανούργως συνθεὶς κατ̓ ἐμοῦ ψευδεῖς διαβολάς, πιθανώτερος γένηται παρὰ σοὶ τῆς ἀληθείας. [2] Συνίημι δὲ ὅτι βαρεῖ με πρὸς ὑποψίαν τὸ κάλλος τῆς γυναικός: οὐδενὶ γὰρ ἄπιστον φαίνεται θελῆσαί τινα Καλλιρρόην διαφθεῖραι. Ἐγὼ δὲ καὶ τὸν ἄλλον βίον ἔζησα σωφρόνως καὶ πρώτην ταύτην ἔσχηκα διαβολήν: εἰ δέ γε καὶ ἀκόλαστος καὶ ἀσελγὴς ἐτύγχανον, ἐποίησεν ἄν με βελτίω τὸ παρὰ σοῦ τοσαύτας πόλεις πεπιστεῦσθαι. [3] Τίς οὕτως ἐστὶν ἀνόητος, ἵνα ἕληται τὰ τηλικαῦτα ἀγαθὰ μιᾶς ἡδονῆς ἕνεκεν ἀπολέσαι καὶ ταύτης αἰσχρᾶς; εἰ δὲ ἄρα τι καὶ συνῄδειν ἐμαυτῷ πονηρόν, ἐδυνάμην καὶ παραγράψασθαι τὴν δίκην: Διονύσιος γὰρ οὐχ ὑπὲρ γυναικὸς ἐγκαλεῖ κατὰ νόμους αὐτῷ γαμηθείσης, ἀλλὰ πωλουμένην ἠγόρασεν αὐτήν: δὲ τῆς μοιχείας νόμος οὐκ ἔστιν ἐπὶ δούλων. [4] Ἀναγνώτω σοι πρῶτον τὸ γραμματεῖον τῆς ἀπελευθερώσεως, εἶτα τότε γάμον εἰπάτω. Γυναῖκα τολμᾷς ὀνομάζειν, ἣν ἀπέδοτό σοι ταλάντου Θήρων λῃστής, κἀκεῖνος ἁρπάσας ἐκ τάφου; ῾Ἀλλἂ φὴς ῾ἐλευθέραν οὖσαν ἐπριάμην.᾿ Οὐκοῦν ἀνδραποδιστὴς εἶ σὺ καὶ οὐκ ἀνήρ. Πλὴν ὡς ἀνδρὶ νῦν ἀπολογήσομαι. [5] Γάμον νόμιζε τὴν πρᾶσιν καὶ προῖκα τὴν τιμήν: Μιλησία σήμερον Συρακουσία [p. 98] δοξάτω. Μάθε, δέσποτα, ὅτι Διονύσιον οὔτε ὡς ἄνδρα οὔτε ὡς κύριον ἠδίκηκα. Πρῶτον μὲν γὰρ οὐ γενομένην, ἀλλ̓ ὡς μέλλουσαν μοιχείαν ἐγκαλεῖ, καὶ πρᾶξιν οὐκ ἔχων εἰπεῖν: ἀναγινώσκει γραμματεῖα κενά. [6] Τὰς δὲ τιμωρίας οἱ νόμοι τῶν ἔργων λαμβάνουσι. Προφέρεις ἐπιστολήν. Ἐδυνάμην εἰπεῖν ῾οὐ γέγραφα: χεῖρα ἐμὴν οὐκ ἔχεις: Καλλιρρόην Χαιρέας ζητεῖ: κρῖνε τοίνυν μοιχείας ἐκεῖνον.᾿ ῾Ναἲ φής: ῾ἀλλὰ Χαιρέας μὲν τ̣̣̔̓θνηκε, σὺ δ̓ ὀνόματι τοῦ νεκροῦ τὴν γυναῖκά μου διέφθειρας.᾿ Προκαλῇ με, [7] Διονύσιε, πρόκλησιν οὐδαμῶς σοι συμφέρουσαν. Μαρτύρομαι: φίλος εἰμί σου καὶ ξένος. Ἀπόστηθι τῆς κατηγορίας: συμφέρει σοι. Βασιλέως δεήθητι παραπέμψαι τὴν δίκην. Παλινῳδίαν εἰπὲ ῾Μιθριδάτης οὐδὲν ἀδικεῖ: μάτην ἐμεμψάμην αὐτόν.᾿ Ἂν δὲ ἐπιμείνῃς, μετανοήσεις: κατὰ σαυτοῦ τὴν ψῆφον οἴσεις. Προλέγω σοι, Καλλιρρόην ἀπολεῖς. Οὐκ ἐμὲ βασιλεὺς ἀλλὰ δὲ μοιχὸν εὑρήσει.’ [8] Ταῦτα εἰπὼν ἐσίγησεν: ἅπαντες δὲ εἰς Διονύσιον ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας βεβαίως ἐμμένει. Τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου τί ποτε ᾖν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον δὲ ὑπελάμβανον εἰδέναι. Κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ̓ ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ. [9] Ἔλεγεν οὖνεἰπὲφησὶν τι ποτὲ καὶ θέλεις: οὐδὲ γὰρ ἐξαπατήσεις με σοφίσμασι καὶ οὐκ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ̓ εὑρεθήσεταί ποτε Διονύσιος συκοφαντῶν.’ [10] Ἔνθεν ἑλὼν Μιθριδάτης φωνὴν ἐπῆρε καὶ ὥσπερ ἐπὶ θειασμὸνθεοὶφησὶβασίλειοι ἐπουράνιοί τε καὶ ὑποχθόνιοι, βοηθήσατε ἀνδρὶ ἀγαθῷ, πολλάκις ὑμῖν εὐξαμένῳ δικαίως καὶ θύσαντι μεγαλοπρεπῶς: [p. 99] ἀπόδοτέ μοι τὴν ἀμοιβὴν τῆς εὐσεβείας συκοφαντουμένῳ: χρήσατέ μοι κἂν εἰς τὴν δίκην Χαιρέαν. Φάνηθι, δαῖμον ἀγαθέ: καλεῖ σε σὴ Καλλιρρόη: μεταξὺ δὲ ἀμφοτέρων, ἐμοῦ τε καὶ Διονυσίου στὰς εἶπον βασιλεῖ τίς ἐστιν ἐξ ἡμῶν μοιχός.’


Ἔτι δὲ λέγοντος ῾οὕτω γὰρ ἦν διατεταγμένον̓ προῆλθε Χαιρέας αὐτός. Ἰδοῦσα δὲ Καλλιρρόη ἀνέκραγεΧαιρέα, ζῇς;’ καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν: κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι. [2] Τίς ἂν φράσειε κατ̓ ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς ἐπὶ σκηνῆς παράδοξον μῦθον οὕτως εἰσήγαγεν; ἔδοξας ἂν ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει: πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος, [3] ἀπιστία, εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρρόης ἠπόρουν. Μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα: ἐδόκει δ̓ ἄν μοι καὶ βασιλεὺς τότε θέλειν Χαιρέας εἶναι. [4] Συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς πόλεμος: ἐκείνοις δὲ καὶ μᾶλλον πρὸς ἀλλήλους ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε, εἰ μὴ διὰ τὴν αἰδῶ τὴν πρὸς βασιλέα, κἂν χεῖρας ἀλλήλοις προσέβαλλον. [5] Προῆλθον δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγεπρῶτός εἰμι ἀνήρ,’ Διονύσιος δὲἐγὼ βεβαιότερος.’ ‘Μὴ γὰρ ἀφῆκα τὴν γυναῖκα;’ ‘Ἀλλ̓ ἔθαψας αὐτήν.’ ‘Δεῖξον γάμου διάλυσιν.’ ‘Τὸν τάφον ὁρᾷς.’ ‘Ἐμοὶ πατὴρ ἐξέδωκεν.’ ‘Ἐμοὶ δὲ αὐτὴ ἑαυτήν.’ ‘Ἀνάξιος εἶ τῆς Ἑρμοκράτους θυγατρός.’ ‘Σὺ μᾶλλον παρὰ Μιθριδάτῃ δεδεμένος.’ ‘Ἀπαιτῶ Καλλιρρόην.’ ‘Ἐγὼ δὲ κατέχω.’ [p. 100]Σὺ τὴν ἀλλοτρίαν κρατεῖς.’ ‘Σὺ τὴν σὴν ἀπέκτεινας.’ [6]Μοιχέ.’ ‘Φονεῦ.’ Ταῦτα πρὸς ἀλλήλους μαχόμενοι: οἱ δ̓ ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς. Καλλιρρόη μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλάουσα, Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη: βασιλεὺς δὲ μεταστησάμενος ἅπαντας, ἐβουλεύετο μετὰ τῶν φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο, ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ τῆς γυναικός. [7] Καὶ τοῖς μὲν ἐδόκει μὴ βασιλικὴν εἶναι τὴν κρίσιν: ‘τῆς μὲν γὰρ Μιθριδάτου κατηγορίας εἰκότως ἤκουσας, σατράπης γὰρ ἦν,’ τούτους δὲ ἰδιώτας πάντας εἶναι: οἱ δὲ πλείονες τἀναντία συνεβούλευον καὶ διὰ τὸν πατέρα τῆς γυναικὸς οὐκ ἄχρηστον γενόμενον τῇ βασιλέως οἰκίᾳ καὶ ὅτι οὐκ ἔξωθεν ἐκάλει τὴν κρίσιν ἐπ̓ αὐτόν, ἀλλὰ σχεδὸν μέρος οὖσαν ἧς ἐδίκαζεν ἤδη: τὴν γὰρ ἀληθεστάτην αἰτίαν οὐκ ἤθελον ὁμολογεῖν, ὅτι τὸ τῆς Καλλιρρόης κάλλος δυσαπόσπαστον τοῖς ὁρῶσι. [8] Πάλιν οὖν προσκαλεσάμενος οὓς μετεστήσατοΜιθριδάτην μὲνεἶπενἀφίημι, καὶ ἀπίτω τῆς ὑστεραίας ἐπὶ τὴν σατραπείαν τὴν ἰδίαν δῶρα παῤ ἐμοῦ λαβών: Χαιρέας δὲ καὶ Διονύσιος λεγέτωσαν ἑκάτερος ἅπερ ἔχει δίκαια περὶ τῆς γυναικός: προνοεῖσθαι γάρ με δεῖ τῆς θυγατρὸς Ἑρμοκράτους τοῦ καταπολεμήσαντος Ἀθηναίους [9] τοὺς ἐμοί τε καὶ Πέρσαις ἐχθίστους.’ Ῥηθείσης δὲ τῆς ἀποφάσεως Μιθριδάτης μὲν προσεκύνησεν, ἀπορία δὲ τοὺς ἄλλους κατέλαβεν. Ἰδὼν δὲ βασιλεὺς ἀμηχανοῦντας αὐτοὺςοὐκ ἐπείγωφησὶνὑμᾶς, ἀλλὰ συγχωρῶ παρασκευασαμένους ὑμᾶς ἐπὶ τὴν δίκην ἥκειν. Δίδωμι δὲ πέντε ἡμερῶν διάστημα: ἐν δὲ τῷ μεταξὺ Καλλιρρόης ἐπιμελήσεται Στάτειρα ἐμὴ γυνή: οὐ γάρ ἐστι δίκαιον μέλλουσαν αὐτὴν [p. 101] κρίνεσθαι περὶ ἀνδρὸς μετὰ ἀνδρὸς ἥκειν ἐπὶ τὴν κρίσιν.’ [10] Ἐξῄεσαν οὖν τοῦ δικαστηρίου οἱ μὲν ἄλλοι πάντες σκυθρωποί, μόνος δὲ Μιθριδάτης γεγηθώς. Λαβὼν δὲ τὰ δῶρα καὶ τὴν νύκτα καταμείνας ἕωθεν εἰς Καρίαν ὥρμησε λαμπρότερος πρόσθεν.


Τὴν δὲ Καλλιρρόην εὐνοῦχοι παραλαβόντες ἤγαγον πρὸς τὴν βασιλίδα, μηδὲν αὐτῇ προειπόντες: ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται. Θεασαμένη δὲ αἰφνίδιον Στάτειρα τῆς κλίνης ἀνέθορε δόξασα Ἀφροδίτην ἐφεστάναι, καὶ γὰρ ἐξαιρέτως ἐτίμα τὴν θεόν: [2] δὲ προσεκύνησεν. δὲ εὐνοῦχος νοήσας τὴν ἔκπληξιν αὐτῆςΚαλλιρρόηφησὶναὕτη ἐστί: πέπομφε δὲ αὐτὴν βασιλεύς, ἵνα παρὰ σοὶ φυλάττηται μέχρι τῆς δίκης.’ ἀσμένη τοῦτο ἤκουσεν Στάτειρα καὶ πᾶσαν ἀφεῖσα γυναικείαν φιλονεικίαν εὐνουστέρα τῇ Καλλιρρόῃ διὰ τὴν τιμὴν ἐγένετο: [3] ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ. Λαβομένη δὲ τῆς χειρὸς αὐτῆςθάρρειφησίν, ‘ γύναι, καὶ παῦσαι δακρύσυσα: χρηστός ἐστι βασιλεύς. Ἕξεις ἄνδρα, ὃν θέλεις: ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ. Βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην.’ Ἡδέως Καλλιρρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ ἠρεμίας. [4] Ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν, ἁψαμένη τῶν ὀφθαλμῶνεἴδετεφησὶΧαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας οὑμός, καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ τὴν δίκην εἴδωλον ἔπεμψε: λέγουσι γὰρ ἐν Πέρσαις εἶναι μάγους. [5] Ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς εἰδώς. Πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι; μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν.’ Ταῦτα [p. 102] διαλογιζομένης ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ γυναικῶν: πᾶσαι γὰρ συνέτρεχον πρὸς τὴν βασιλίδα, νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρρόην ἰδεῖν. [6] δὲ Στάτειρα εἶπενἀφῶμεν αὐτήν: διάκειται γὰρ πονήρως: ἔχομεν δὲ ἡμέρας καὶ βλέπειν καὶ ἀκούειν καὶ λαλεῖν.’ Λυπούμεναι δὲ ἀπῄεσαν καὶ τῆς ὑστεραίας ἕωθεν ἀφικνοῦνται: καὶ τοῦτο πάσαις ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς, ὥστε πολυανθρωποτέραν γενέσθαι τὴν βασιλέως οἰκίαν. [7] Ἀλλὰ καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον, ὡς δῆθεν πρὸς Στάτειραν. Ἐπέμπετο δὲ Καλλιρρόῃ δῶρα πολυτελῆ, καὶ παῤ οὐδενὸς ἐλάμβανε, φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης, μελανείμων, ἀκόσμητος, καθημένη. Ταῦτα καὶ λαμπροτέραν αὐτὴν ἀπεδείκνυε. Πυθομένης δὲ τῆς βασιλίδος ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ μόνον ἔκλαυσε. [8] Καλλιρρόη μὲν οὖν ἐν τούτοις ἦν, Διονύσιος δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως, διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν: [9] ἐξεκάετο γὰρ σφοδρότερον ἐν Μιλήτῳ. Ἀρχόμενος γὰρ τῆς ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων εὐεργεσία καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα τὸ ἀπροσδόκητον.


Ἐξαίφνης οὖν ἀνεβόα πολλάκιςποῖος οὗτος ἐπ̓ ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, θύω πολλάκις. Τί γὰρ [p. 103] ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες; [2] τί δὲ πατέρα ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;’ Μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάωντέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως: ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ ἔρωτος ἀτυχοῦς ὑπόμνημα. [3] Παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν πατήρ σου δυστυχεῖ. Κακὴν ἀποδημίαν ἤλθομεν: οὐκ ἔδει Μίλητον καταλιπεῖν: Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. Τὴν μὲν πρώτην δίκην νενίκημαι: Μιθριδάτης μου κατηγόρει: περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι: οὐδὲ γὰρ μείων κίνδυνος: δύσελπιν δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον. [4] Ἄκριτος ἀφῄρημαι γυναικὸς καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώτερον, οὐκ οἶδα Καλλιρρόη τίνα θέλει. Σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν. Καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός. [5] Κλαῦσον, καταφίλησον, εἰπὲ ῾μῆτερ, πατήρ μου φιλεῖ σε,᾿ ὀνειδίσῃς δὲ μηδέν. Τί λέγεις, παιδαγωγέ; οὐδεὶς ὑμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; τυραννίδος δεινῆς. Ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν.’ [6] Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ πένθος κατεῖχεν ἀπαρηγόρητον. Προσποιησάμενος οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην, ὡς εὐεργέτην ἀμφοῖν: μόνος δὲ γενόμενος ἧψε βρόχον, καὶ μέλλων ἐπ̓ αὐτὸν ἀναβαίνεινεὐτυχέστερον μὲνεἶπενἀπέθνησκον, εἰ ἐπὶ τὸν σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία ψευδὴς ἐν Καρίᾳ δεδεμένῳ: τότε μὲν γὰρ ἀπηλλαττόμην ζωῆς ἠπατημένος ὑπὸ Καλλιρρόης φιλεῖσθαι, νῦν [p. 104] δὲ ἀπολώλεκα οὐ μόνον τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν παραμυθίαν. [7] Καλλιρρόη με ἰδοῦσα οὐ προσῆλθεν, οὐ κατεφίλησεν: ἐμοῦ παρεστῶτος ἄλλον ᾐδεῖτο. Μηδὲν δυσωπείσθω: φθάσω τὴν κρίσιν: οὐ περιμενῶ τέλος ἄδοξον. Οἶδα ὅτι μικρὸς ἀνταγωνιστής εἰμι Διονυσίου, ξένος ἄνθρωπος καὶ πένης καὶ ἀλλότριος ἤδη. Σὺ μὲν εὐτυχοίης, γύναι: γυναῖκα γάρ σε καλῶ, κἂν ἕτερον φιλῇς. Ἐγὼ δὲ ἀπέρχομαι καὶ οὐκ ἐνοχλῶ τοῖς σοῖς γάμοις. Πλούτει καὶ τρύφα καὶ τῆς Ἰωνίας ἀπόλαυε πολυτελείας. Ἔχε ὃν θέλεις. [8] Ἀλλὰ νῦν ἀληθῶς ἀποθανόντος Χαιρέου αἰτοῦμαί σε, Καλλιρρόη, χάριν τελευταίαν. Ὅταν ἀποθάνω, πρόσελθέ μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον ῾τοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον̓, εἰπὲ δὲ προσκύψασα τῇ στήλῃ, κἂν ἀνήρ, κἂν βρέφος ὁρᾷ, ῾οἴχῃ, Χαιρέα, νῦν ἀληθῶς: νῦν ἀπέθανες: ἐγὼ [9] γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.᾿ Ἀκούσομαί σου, γύναι: τάχα καὶ πιστεύσω. Ἐνδοξότερόν με ποιήσεις τοῖς κάτω δαίμοσιν. Εἰ δὲ θανόντων περ καταλήθοντ̓ εἰν ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ. κεῖθι φίλης μεμνήσομαί σου.’ Τοιαῦτα ὀδυράμενος κατεφίλει τὸν βρόχονσύ μοιλέγωνπαραμυθία καὶ συνήγορος: διὰ σὲ νικῶ: [10] σύ με Καλλιρρόης μᾶλλον ἔστερξας.’ Ἀναβαίνοντος αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέστη Πολύχαρμος φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν μηκέτι παρηγορεῖν δυνάμενος. Ἤδη δὲ καὶ προθεσμία τῆς δίκης καθειστήκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: