This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[62]
αἰσθόμενος δ᾽ Εὐφίλητος ὡς ἔχοιμι, λέγει πρὸς αὐτοὺς ὅτι πέπεισμαι ταῦτα συμποιεῖν καὶ ὡμολόγηκα αὐτῷ1 μεθέξειν τοῦ ἔργου καὶ περικόψεῖν τὸν Ἑρμῆν τὸν παρὰ τὸ Φορβαντεῖον. ταῦτα δ᾽ ἔλεγεν ἐξαπατῶν ἐκείνους: καὶ διὰ ταῦτα ὁ Ἑρμῆς ὃν ὁρᾶτε πάντες, ὁ παρὰ τὴν πατρῴαν οἰκίαν τὴν ἡμετέραν, ὃν ἡ Αἰγῂς ἀνέθηκεν, οὐ περιεκόπη μόνος τῶν Ἑρμῶν τῶν Ἀθήνησιν, ὡς ἐμοῦ τοῦτο ποιήσοντος,2 ὡς ἔφη πρὸς αὐτοὺς Εὐφίλητος.
2 ποιήσοντος Valckenaer: ποιήσαντος codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.