previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καταστάντων δὲ τῶν πραγμάτων ἔδοξε τοῖς βασιλεῦσιν, ἐπειδὴ πολλὴν ἐπίδοσιν εἰς ὄχλου πλῆθος πόλις εἰλήφει, διπλάσιον τοῦ προτέρου ποιῆσαι τὸν τῶν πατρικίων ἀριθμὸν προσκαταλέξαντας σὺν τοῖς ἐπιφανεστάτοις οἴκοις ἐκ τῶν ὕστερον ἐποικησάντων ἴσους τοῖς προτέροις, νεωτέρους οὓς ἐκάλεσαν πατρικίους: ἐξ ὧν ἑκατὸν ἄνδρας, οὓς αἱ φρᾶτραι προεχειρίσαντο, τοῖς ἄρχαίοις βουλευταῖς προσέγραψαν. [2] περὶ μὲν οὖν τούτων ὀλίγου δεῖν πάντες οἱ συγγράψαντες τὰς Ῥωμαϊκὰς ἱστορίας συμπεφωνήκασιν, ὀλίγοι δέ τινες περὶ τοῦ πλήθους [p. 221] τῶν προσκαταγραφέντων βουλευτῶν διαφέρονται. οὐ γὰρ ἑκατὸν ἀλλὰ πεντήκοντα τοὺς ἐπεισελθόντας εἰς τὴν βουλὴν ἀποφαίνουσι γενέσθαι. [3] περὶ δὲ τῶν τιμῶν, ἃς ταῖς γυναιξὶν οἱ βασιλεῖς ἀπέδοσαν, ὅτι συνήγαγον αὐτοὺς εἰς φιλίαν, οὐχ ἅπαντες Ῥωμαίων συγγραφεῖς συμφέρονται. τινὲς μὲν γὰρ αὐτῶν γράφουσι τά τε ἄλλα πολλὰ καὶ μεγάλα δωρήσασθαι ταῖς γυναιξὶ τοὺς ἡγεμόνας καὶ δὴ καὶ τὰς φράτρας τριάκοντα οὔσας, ὥσπερ ἔφην, ἐπωνύμους τῶν γυναικῶν ποιῆσαι: τοσαύτας γὰρ εἶναι γυναῖκας τὰς ἐπιπρεσβευσαμένας. [4] Οὐάρρων δὲ Τερέντιος τοῦτ᾽ αὐτοῖς τὸ μέρος οὐχ ὁμολογεῖ παλαίτερον ἔτι λέγων ἐν ταῖς κουρίαις τεθῆναι τὰ ὀνόματα ὑπὸ τοῦ Ῥωμύλου κατὰ τὴν πρώτην τοῦ πλήθους διαίρεσιν τὰ μὲν ἀπ᾽ ἀνδρῶν ληφθέντα ἡγεμόνων, τὰ δ᾽ ἀπὸ πάγων: τάς τ᾽ ἐπὶ τὴν πρεσβείαν ἐξελθούσας γυναῖκας οὐ τριάκοντα εἶναί φησιν, ἀλλὰ πεντακοσίας τε καὶ τριάκοντα τριῶν δεούσας οἴεταί τε οὐδ᾽ εἰκὸς εἶναι τοσούτων γυναικῶν τιμὴν ἀφελομένους τοὺς βασιλεῖς ὀλίγαις ἐξ αὐτῶν δοῦναι μόναις. ἀλλ᾽ ὑπὲρ μὲν τούτων οὔτε μηδένα ποιήσασθαι λόγον οὔτε πλείω γράφειν τῶν ἱκανῶν ἐφαίνετό μοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: