next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐσταθίῳ φιλοσόφῳ 1

Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένης 2 τύχης ἐπηρείας, παῤ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. καὶ γάρ πως ἤδη καὶ κατ̓ ἐμαυτὸν ἔστρεφον, μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι: , εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας, ὑφ̓ ὧν εἰς αὐτοὺς προήχθην, μάθῃς. Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας, ὑπεριδὼν τῶν ἐκεῖ. παρέδραμον δὲ τὴν ἐφ̓ Ἑλλησπόντῳ πόλιν, ὡς οὐδεὶς Ὀδυσσεὺς [p. 4] Σειρήνων μέλη. καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα, καὶ σὲ ἐν αὐτῇ, τὸ μέγα ὄφελος, ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορμαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. γὰρ ἀσθενεῖν πάντως ἔδει, καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι: ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα, οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. πάλιν οὖν ἔδει Αἴγυπτόνδ̓ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδ̓ ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. ἀλλ̓ οὕτω δυσέρως ἦν ὥστε τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων ῾ἦλθες γὰρ δὴ κἀκεῖσε: τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος᾿ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. δοκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον καί, εἴ τι ἔσχατον τῆς καθ̓ ἡμᾶς οἰκουμένης χωρίον, καὶ τούτῳ ἐπιπλανηθῆναι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς πατρίδος διάγοντι συγγενέσθαι οὐκ ἐξεγένετο, μακραῖς ἀῤῥωστίαις ἐξειργομένῳ: αἳ εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. ταῦτα [p. 6] οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; ταῦτα οὐκ ἀνάγκης; ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; ἀλλ̓, ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμμασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης. φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. καὶ δὴ οὖν καὶ ἡμῖν εἰ μὲν παράσχοιτο συνεῖναί σοι, ταῦτ̓ ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. ἄμεινον γάρ που πάντως, ὡς ἂν ἡμεῖς προελοίμεθα, 3 διοικεῖ τὰ ἡμέτερα.

1 pro\s *eu)sta/qion presbu/teron *)antioxei/as A, B; pro\s *eu)sta/qion filo/sofon a)po\ *)antioxei/as pro\ tou= presbu/teron katastaqh=nai C, D, G; *eu)staqi/w| filoso/fw| *)antioxei/as peri\ tou= presbuteri/ou F. According to the Benedictines none of these titles is possible because Eustathius sas not a presbyter, but a heathen, as is indicated by Basil's sords: ‘Is not all this the hand of Fate, as you yourself sould say, and the sork of Necessity?’

2 legome/nhs om. A, B, C, D.

3 proi+doi/meqa C, D.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: