previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ τοῦτ᾽ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται: καὶ ταῖς ἀμυχαῖς, οὕτως [p. 231] ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δ᾽ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι χωρίον ἐμβάλλοντας 1 καλεῖταικανθαρώλεθρον, ’ ἐκβῆναι μὴ δυναμένους ἀλλ᾽ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδ᾽ ἀναπνεῦσαι. δεῖ δ᾽ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν: ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδ᾽ ἀπαλλαγῆναι. ‘παλίντονος 2 γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου:’ καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδ᾽ ἀμιγές. ἀλλ᾽ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλ᾽ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος: οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντωνἐπεὶ κατὰ τὸν Εὐριπίδην: 3
οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
ἀλλ᾽ ἔστι τις σύγκρασις, ὥστ᾽ ἔχειν καλῶς
οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδ᾽ ἀπαγορεύειν ἀλλ᾽ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς. 4 οὐ γάρ, ὡς Μένανδρός 5 φησιν, [p. 232]
ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ
εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου
ἀγαθός,
ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται 6 μοῖραι καὶ δαίμονες:
ἔνθ᾽ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,
7 δῆρίς θ᾽ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,
Καλλιστὼ τ᾽ Αἴσχρη τε Θόωσά τε Δηναίη τε,
νημερτής τ᾽ ἐρόεσσα μελάγκαρπός 8 τ᾽ Ἀσάφεια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: