previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρακλῆς

σὺ δ᾽ οὖν ἄκουε τοὔργον: ἐξήκεις δ᾽ ἵνα
φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,
1160τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο,
ἀλλ᾽ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
ὅδ᾽ οὖν θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
πρόφαντον, οὕτω ζῶντά μ᾽ ἔκτεινεν θανών.
φανῶ δ᾽ ἐγὼ τούτοισι συμβαίνοντ᾽ ἴσα
1165μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,
τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ
Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην
πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
1170ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ
λύσιν τελεῖσθαι: κἀδόκουν πράξειν καλῶς.
τὸ δ᾽ ἦν ἄρ᾽ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.
τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.
ταῦτ᾽ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
1175δεῖ σ᾽ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον
καὶ μὴ 'πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,
ἀλλ᾽ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον
κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
load focus English (Sir Richard Jebb, 1892)
load focus English (Robert Torrance)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: