Δηιάνειρα
375οἴμοι τάλαινα, ποῦ ποτ᾽ εἰμὶ πράγματος;
τίν᾽ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
λαθραῖον; ὦ δύστηνος: ἆρ᾽ ἀνώνυμος
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
Ἄγγελος
ἦ κάρτα λαμπρὰ καὶ κατ᾽ ὄνομα καὶ φύσιν,
380πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ
Ἰόλη 'καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
Χορός
ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲ
λαθραῖ᾽ ὃς ἀσκεῖ μὴ πρέποντ᾽ αὐτῷ κακά.
Δηιάνειρα
385τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
Χορός
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ᾽ ἂν σαφῆ
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
Δηιάνειρα
ἀλλ᾽ εἶμι: καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
Ἄγγελος
390ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;
Δηιάνειρα
μίμν᾽, ὡς ὅδ᾽ ἀνὴρ οὐκ ἐμῶν ὑπ᾽ ἀγγέλων,
ἀλλ᾽ αὐτόκλητος ἐκ δόμων πορεύεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.