previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὕλλος

ἀλλ᾽, πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν
1180τοιάνδ᾽ ἐπελθών, πείσομαι δ᾽ σοι δοκεῖ.

Ἡρακλῆς

ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι:

Ὕλλος

ὡς πρὸς τί πίστιν τήνδ᾽ ἄγαν ἐπιστρέφεις;

Ἡρακλῆς

οὐ θᾶσσον οἴσεις μηδ᾽ ἀπιστήσεις ἐμοί;

Ὕλλος

ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.

Ἡρακλῆς

1185ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα,

Ὕλλος

μὴν τί δράσειν; καὶ τόδ᾽ ἐξειρήσεται;

Ἡρακλῆς

μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.

Ὕλλος

ὄμνυμ᾽ ἔγωγε, Ζῆν᾽ ἔχων ἐπώμοτον.

Ἡρακλῆς

εἰ δ᾽ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.

Ὕλλος

1190οὐ μὴ λάβω: δράσω γάρ: εὔχομαι δ᾽ ὅμως:

Ἡρακλῆς

οἶσθ᾽ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;

Ὕλλος

οἶδ᾽, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.

Ἡρακλῆς

ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε
σῶμ᾽ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.
1195πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς
κείραντα, πολλὸν δ᾽ ἄρσεν᾽ ἐκτεμόνθ᾽ ὁμοῦ
ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,
καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,
1200ἀλλ᾽ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ
τοῦδ᾽ ἀνδρός, ἔρξον: εἰ δὲ μή, μενῶ σ᾽ ἐγὼ
καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: