previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡμιχόριον 1

πότερον ἐγὼ μάταιος, κλύω τινὸς
οἴκτου δι᾽ οἴκων ἀρτίως ὁρμωμένου; τί φημι;

Ἡμιχόριον 2

ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ
κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.

Ἡμιχόριον
ξύνες δὲ
τήνδ᾽ ὡς κατηφὴς καὶ συνωφρυωμένη
870χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.

Τροφός

παῖδες, ὡς ἄρ᾽ ἡμὶν οὐ σμικρῶν κακῶν
ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.

Χορός

τί δ᾽, γεραιά, καινοποιηθὲν λέγεις;

Τροφός

βέβηκε Δῃάνειρα τὴν πανυστάτην
875ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.

Χορός
οὐ δή ποθ᾽ ὡς θανοῦσα;

Τροφός
πάντ᾽ ἀκήκοας.

Χορός
τέθνηκεν τάλαινα;

Τροφός
δεύτερον κλύεις.

Χορός

τάλαιν᾽ ὀλεθρία: τίνι τρόπῳ θανεῖν σφε φής;

Τροφός
σχετλιώτατά γε πρὸς πρᾶξιν.


Χορός
εἰπὲ τῷ μόρῳ,
880γύναι, ξυντρέχει.

Τροφός
αὑτὴν διηΐστωσε.

Χορός
τίς θυμὸς τίνες νόσοι
τάνδ᾽ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο
885πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;

Τροφός

στονόεντος ἐν τομᾷ σιδάρου.

Χορός

ἐπεῖδες, ματαία, τάνδε τὴν ὕβριν;

Τροφός

ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.

Χορός

890τίς ἦν; πῶς; φέρ᾽ εἰπέ.

Τροφός

αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.

Χορός
τί φωνεῖς;

Τροφός
σαφηνῆ.

Χορός

ἔτεκεν ἔτεκε δὴ μεγάλαν
νέορτος ἅδε νύμφα
895δόμοισι τοῖσδ᾽ ἐρινύν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: