[3]
τρίτον δ᾽ ἐν τοῖς ἐπιθέτοις τὸ ἢ μακροῖς ἢ ἀκαίροις ἢ πυκνοῖς χρῆσθαι: ἐν μὲν γὰρ ποιήσει πρέπει “γάλα λευκὸν” εἰπεῖν, ἐν δὲ λόγῳ τὰ μὲν ἀπρεπέστερα: τὰ δέ, ἂν ᾖ κατακορῆ, ἐξελέγχει καὶ ποιεῖ φανερὸν ὅτι ποίησις ἐστίν, ἐπεὶ δεῖ γε χρῆσθαι αὐτοῖς (ἐξαλλάττει
γὰρ τὸ εἰωθὸς καὶ ξενικὴν ποιεῖ τὴν λέξιν), ἀλλὰ δεῖ στοχάζεσθαι τοῦ μετρίου, ἐπεὶ μεῖζον ποιεῖ κακὸν τοῦ εἰκῇ λέγειν: ἡ μὲν γὰρ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ τὸ κακῶς. διὸ τὰ Ἀλκιδάμαντος ψυχρὰ φαίνεται: οὐ γὰρ ὡς ἡδύσματι χρῆται ἀλλ᾽ ὡς ἐδέσματι τοῖς ἐπιθέτοις τοῖς οὕτω πυκνοῖς
καὶ μείζοσι καὶ ἐπιδήλοις, οἷον οὐχ ἱδρῶτα ἀλλὰ τὸν ὑγρὸν ἱδρῶτα, καὶ οὐκ εἰς Ἴσθμια ἀλλ᾽ εἰς τὴν τῶν Ἰσθμίων πανήγυριν, καὶ οὐχὶ νόμους ἀλλὰ τοὺς τῶν πόλεων βασιλεῖς νόμους, καὶ οὐ δρόμῳ ἀλλὰ δρομαίᾳ τῇ τῆς ψυχῆς ὁρμῇ, καὶ οὐχὶ μουσεῖον ἀλλὰ τὸ τῆς φύσεως παραλαβὼν
μουσεῖον, καὶ σκυθρωπὸν τὴν φροντίδα τῆς ψυχῆς, καὶ οὐ χάριτος ἀλλὰ πανδήμου χάριτος δημιουργός, καὶ οἰκονόμος τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ οὐ κλάδοις ἀλλὰ τοῖς τῆς ὕλης κλάδοις ἀπέκρυψεν, καὶ οὐ τὸ σῶμα παρήμπισχεν ἀλλὰ τὴν τοῦ σώματος αἰσχύνην, καὶ ἀντίμιμον τὴν τῆς
ψυχῆς ἐπιθυμίαν (τοῦτο δ᾽ ἅμα καὶ διπλοῦν καὶ ἐπίθετον, ὥστε ποίημα γίνεται), καὶ οὕτως ἔξεδρον τὴν τῆς μοχθηρίας ὑπερβολήν. διὸ ποιητικῶς λέγοντες τῇ ἀπρεπείᾳ τὸ γελοῖον καὶ τὸ ψυχρὸν ἐμποιοῦσι, καὶ τὸ ἀσαφὲς διὰ τὴν ἀδολεσχίαν: ὅταν γὰρ γιγνώσκοντι ἐπεμβάλλῃ, διαλύει τὸ σαφὲς
τῷ ἐπισκοτεῖν. οἱ δ᾽ ἄνθρωποι τοῖς διπλοῖς χρῶνται ὅταν ἀνώνυμον ᾖ καὶ ὁ λόγος εὐσύνθετος, οἷον τὸ χρονοτριβεῖν: ἀλλ᾽ ἂν πολύ, πάντως ποιητικόν:
διὸ χρησιμωτάτη ἡ διπλῆ λέξις τοῖς διθυραμβοποιοῖς (οὗτοι γὰρ ψοφώδεις), αἱ δὲ γλῶτται τοῖς ἐποποιοῖς (σεμνὸν γὰρ καὶ αὔθαδες), ἡ δὲ μεταφορὰ τοῖς ἰαμβείοις (τούτοις γὰρ νῦν χρῶνται, ὥσπερ
εἴρηται).
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:
book 1
book 2
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.