previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7]

τῆς δὲ ἐν κώλοις λέξεως μὲν διῃρημένη ἐστὶν δὲ ἀντικειμένη, διῃρημένη μὲν, οἷονπολλάκις ἐθαύμασα τῶν
τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων”, ἀντικειμένη δέ, ἐν ἑκατέρῳ τῷ κώλῳ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ταὐτὸ ἐπέζευκται τοῖς ἐναντίοις,
οἷονἀμφοτέρους δ᾽ ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας: τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο, τοῖς δ᾽ ἱκανὴν τὴν οἴκοι κατέλιπον”:
ἐναντία ὑπομονὴ ἀκολούθησις, ἱκανὸν πλεῖον. “ὥστε καὶ τοῖς χρημάτων δεομένοις καὶ τοῖς ἀπολαῦσαι βουλομένοις”: ἀπόλαυσις κτήσει ἀντίκειται. καὶ ἔτισυμβαίνει πολλάκις ἐν ταύταις καὶ τοὺς φρονίμους ἀτυχεῖν καὶ τοὺς ἄφρονας κατορθοῦν”. “εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν, οὐ
πολὺ δὲ ὕστερον τὴν ἀρχὴν τῆς θαλάττης ἔλαβον”. “πλεῦσαι μὲν διὰ τῆς ἠπείρου, πεζεῦσαι δὲ διὰ τῆς θαλάττης, τὸν μὲν Ἑλλήσποντον ζεύξας, τὸν δ᾽ Ἄθω διορύξας.” “καὶ φύσει πολίτας ὄντας νόμῳ τῆς πόλεως στέρεσθαι.” “οἱ μὲν γὰρ αὐτῶν κακῶς ἀπώλοντο, οἱ δ᾽ αἰσχρῶς ἐσώθησαν.”
καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις οἰκέταις χρῆσθαι, κοινῇ δὲ πολλοὺς τῶν συμμάχων περιορᾶν δουλεύοντας.” “ ζῶντας ἕξειν τελευτήσαντας καταλείψειν.” καὶ εἰς Πειθόλαόν τις εἶπεν καὶ Λυκόφρονα ἐν τῷ δικαστηρίῳ, “οὗτοι δ᾽ ὑμᾶς οἴκοι μὲν ὄντες ἐπώλουν, ἐλθόντες δ᾽ ὡς ὑμᾶς ἐώνηνται”.
ἅπαντα γὰρ ταῦτα ποιεῖ τὸ εἰρημένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: