‘τῷ δ᾽ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόροςμέτα πρεσβεύων Διόνυσος,' φησὶν Ἴων ὁ Χῖος ἐν τοῖς ἐλεγείοις ῾fr. 1 B':'
αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων:χαῖρε. δίδου δ᾽ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων,
αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
ἐξ οὗ βοτρυόεσσ᾽ οἰνὰς ὑποχθόνιον
πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει
αἰθέρος: ὀφθαλμῶν δ᾽ ἐξέθορον πυκινοὶ
παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ᾽ ἄλλῳ,
πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς
νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι
ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές.
τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε:
τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι,
πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.Ἄμφις δ᾽ ἐν Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον ῾II 246 K':'
κατὰ πόλλ᾽ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον
τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον
ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.
ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς
πάντ᾽ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα
ὁρμᾶν προχείρως, ἣ δὲ διὰ τὸ μὴ σαφῶς
τί ποτ᾽ ἀφ᾽ ἑκάστου πράγματος συμβήσεται
διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν
καὶ θερμόν.'