previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὄρνις ἀτταγᾶς ῾μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ ἐν Ὄρνισι τῷ δράματἰ, οὗτός τοι τὸ ἴδιον ὄνομα σθένει φωνῇ φθέγγεται καὶ ἀναμέλπει αὐτό. λέγουσι δὲ καὶ τὰς καλουμένας μελεαγρίδας τὸ αὐτὸ δήπου δρᾶν τοῦτο, καὶ ὅτι Μελεάγρῳ τῷ Οἰνέως προσήκουσι κατὰ γένος μαρτυρεῖσθαι καὶ μάλα εὐστόμως. λέγει δὲ μῦθος, ὅσαι ἦσαν οἰκεῖαι τῷ Οἰνείδῃ νεανίᾳ, ταύτας ἐς δάκρυά τε ἄσχετα καὶ πένθος [p. 100] ἄτλητον ἐκπεσεῖν καὶ θρηνεῖν, οὐδέν τι τῆς λύπης ἄκος προσιεμένας, οἴκτῳ δὲ ἄρα τῶν θεῶν ἐς ταῦτα τὰ ζῷα ἀμεῖψαι τὸ εἶδος. ταῖς δὲ ἴνδαλμά τε καὶ σπέρμα τοῦ τότε πένθους: ἐντακῆναι, καὶ ἐς νῦν ἔτι Μελέαγρόν τε ἀναμέλπειν, καὶ ὡς αὐτῷ προσήκουσιν ᾄδειν καὶ τοῦτο μέντοι. ὅσοι δὲ ἄρα αἰδοῦνται τὸ θεῖον, οὐκ ἄν ποτε τῶνδε τῶν ὀρνίθων ἐπὶ τροφῇ προσάψαιντο. καὶ ἥτις αἰτία ἴσασί τε οἱ τὴν νῆσον οἰκοῦντες τὴν Λέρον καὶ ἔνεστι μαθεῖν ἀλλαχόθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: