previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ μὲν τῆς τῶν ἐλεφάντων σοφίας εἶπον ἀλλαχόθι, καὶ μέντοι καὶ περὶ τῆς θήρας αὐτῶν καὶ ταύτης [p. 38] εἶπον ὀλίγα ἐκ πολλῶν ὧν ἔφασαν ἄλλοι. τὸ δὲ νῦν ἔχον ἔοικα ἐρεῖν περί τε εὐμουσίας αὐτῶν καὶ εὐπειθείας καὶ τῆς ἐς τὰ μαθήματα εὐκολίας, χαλεπὰ ὅμως ὄντα καὶ ἀνθρώπῳ τυχεῖν, μή τι γοῦν τοσούτῳ θηρίῳ καὶ οὕτω τέως ἀγριωτάτῳ συγγενέσθαι. χορείαν γὰρ καὶ ὀρχηστικὴν καὶ βαίνειν πρὸς ῥυθμὸν καὶ αὐλοῦ ἀσμένως ἀκούειν καὶ συνιέναι ἤχων διαφοράς, βραδύνειν ἐνδιδόντων ταχύνειν παρορμώντων, μαθὼν οἶδεν ἐλέφας, καὶ ἀκριβοῖ καὶ οὐ σφάλλεται. οὕτως ἄρα φύσις μεγέθει μὲν αὐτὸν μέγιστον εἰργάσατο, μάθησις δὲ πραότατον ἀπέφηνε καὶ εὐάγωγον. εἰ μὲν οὖν ἔμελλον τὴν ἐν Ἰνδοῖς αὐτῶν εὐπείθειαν καὶ εὐμάθειαν τὴν ἐν Αἰθιοπίᾳ τὴν ἐν Λιβύῃ γράφειν, ἴσως ἄν τῳ καὶ μῦθον ἐδόκουν τινὰ συμπλάσας κομπάζειν, εἶτα ἐπὶ φήμῃ τοῦ θηρίου τῆς φύσεως καταψεύδεσθαι: ὅπερ ἐχρῆν δρᾶν φιλοσοφοῦντα ἄνδρα ἥκιστα καὶ ἀληθείας ἐραστὴν διάπυρον. δὲ αὐτὸς εἶδον καὶ ἅτινα πρότερον ἐν τῇ Ῥώμῃ πραχθέντα ἀνέγραψαν ἄλλοι προειλόμην εἰπεῖν, ἐπιδραμὼν ὀλίγα ἐκ πολλῶν, οὐχ ἥκιστα καὶ ἐντεῦθεν ἀποδεικνὺς τὴν τοῦ ζῴου ἰδιότητα. ἡμερωθεὶς ἐλέφας πραότατόν ἐστι, καὶ ἄγεται ῥᾷστα ἐς τί τις θέλει. καὶ τά γε πρεσβύτατα τιμῶν τὸν χρόνον ἐρῶ πρῶτον. θέας ἐπετέλει Ῥωμαίοις Γερμανικὸς Καῖσαρ: εἴη δ᾽ ἂν ἀδελφιδοῦς Τιβερίου οὗτος. οὐκοῦν ἐγένοντο καὶ ἄρρενες ἐν τῇ Ῥώμῃ τέλειοι πλείους καὶ θήλειαι, εἶτα ἐξ αὐτῶν ἐτέχθησαν αὐθιγενεῖς. καὶ ὅτε τὰ κῶλα ὑπήρξαντο πήγνυσθαι, σοφὸς ἀνὴρ ὁμιλεῖν τοιούτοις θηρίοις ἐπώλευσεν αὐτούς, δαιμονίᾳ τινὶ καὶ ἐκπληκτικῇ διδασκαλίᾳ μεταχειρισάμενος. προσῆγε δὲ αὐτοὺς ἄρα ἡσυχῆ τήν γε πρώτην καὶ πράως τοῖς διδάγμασι [p. 39] δελέατα ἄττα ἐπάγων καὶ τροφὰς ἡδίστας καὶ πεποικιλμένας ἐς τὸ ἐπαγωγόν τε καὶ ἐφολκόν, ὡς εἴ τι μὲν ἦν ἀγριότητος, τοῦτο ἐκβαλεῖν, ἀπαυτομολῆσαι δὲ πρὸς τὸ ἥμερον καὶ ἁμωσγέπως ἀνθρώπειον. καὶ ἦν γε τὰ μαθήματα αὐλῶν ἀκούοντας μὴ ἐκμαίνεσθαι, καὶ τυμπάνων ἀράβου κροτοῦντος μὴ ταράττεσθαι, καὶ κηλεῖσθαι σύριγγι, φέρειν δὲ καὶ ἤχους ἐκμελεῖς καὶ ποδῶν ἐμβαινόντων ψόφον καὶ ᾠδὴν συμμιγῆ: ἐξεπονήθησαν δὲ καὶ ἀνθρώπων πλῆθος μὴ δεδιέναι. ἦν δὲ καὶ ἐκεῖνα διδάγματα ἀνδρικά, πρὸς τὴν τῆς πληγῆς καταφορὰν μὴ θυμοῦσθαι, μηδὲ μὴν ἀναγκαζομένους λυγίζειν τι τῶν μελῶν καὶ κάμπτειν ὀρχηστικῶς τε καὶ χορικῶς εἶτα ἐς θυμὸν ἐξάπτεσθαι, καὶ ταῦτα ῥώμης τε καὶ ἀλκῆς εὖ ἥκοντας. φύσει μὲν οὖν τοῦτο πλεονέκτημα ἤδη καὶ μάλα γεννικόν, μὴ ἔχειν ἀτάκτως μηδὲ ἀπειθῶς πρὸς παιδεύματα ἀνθρωπικά: ἐπεὶ δὲ ἀπέφηνεν αὐτοὺς ὀρχηστοδιδάσκαλος καὶ μάλα γε σοφούς, καὶ ἠκρίβουν τὰ ἐκ τῆς παιδεύσεως, οὐκ ἐψεύσαντο τῆς διδασκαλίας τὸν πόνον, φασίν, ἔνθα ἐπιδείξασθαι τὰ παιδεύματα αὐτοὺς χρεία σὺν τῷ καιρῷ παρεκάλει. δώδεκα μὲν γὰρ τὸν ἀριθμὸν ὅδε χορὸς ἦσαν: παρῆλθόν γε μὴν ἐντεῦθεν τοῦ θεάτρου καὶ ἐκεῖθεν νεμηθέντες, καὶ εἰσῄεσαν ἁβρὰ μὲν βαίνοντες, θρυπτικῶς δὲ τὸ σῶμα πᾶν διαχέοντες, καὶ ἠμπείχοντο χορευτικὰς στολὰς καὶ ἀνθινάς. καὶ τοῦ γε χορολέκτου τῇ φωνῇ μόνον ὑποσημήναντος οἳ δὲ ἐπὶ στοῖχον ᾔεσαν, φασίν, εἰ τοῦτο ἐκέλευσεν διδάξας: εἶτα αὖ πάλιν περιήρχοντο ἐς κύκλον, ὑποσημήναντος ἰέναι ταύτῃ: καὶ εἰ ἐξελίττειν ἔδει, ἔπραττον αὐτό, καὶ ἄνθη μέντοι ῥιπτοῦντες ἐκόσμουν τὸ δάπεδον οἵδε, μέτρῳ καὶ φειδοῖ δρῶντες, [p. 40] καί τι καὶ ἐπεκτύπουν τοῖς ποσί, χόρειόν τε καὶ συμμελὲς ὁμορροθοῦντες οἱ αὐτοί. Δάμωνα μὲν οὖν καὶ Σπίνθαρον καὶ Ἀριστόξενον καὶ Φιλόξενον καὶ ἄλλους ἐπαΐειν μουσικῆς κάλλιστα καὶ ἐν ὀλίγοις ἐξετάζεσθαι τήνδε τὴν σοφίαν θαυμαστὸν μέν, ἄπιστον δὲ καὶ παράλογον οὐδαμῶς. τὸ δὲ αἴτιον, ἄνθρωπος ζῷόν ἐστι λογικὸν καὶ νοῦ καὶ λογισμοῦ χωρητικόν: ζῷον δὲ ἄναρθρον συνιέναι καὶ ῥυθμοῦ καὶ μέλους καὶ φυλάττειν σχῆμα καὶ ἐμμέλειαν μὴ παρατρέπειν καὶ ἀποπληροῦν τῶν διδαχθέντων τὴν ἀπαίτησιν, φύσεως δῶρα ταῦτα ἅμα καὶ ἰδιότης καθ᾽ ἕκαστον ἐκπληκτική. τὰ δὲ ἐπὶ τούτοις καὶ ἐκμῆναι τὸν θεατὴν ἱκανά: χαμαιζήλων κλινῶν στιβάδες ἐν τῇ ψάμμῳ τοῦ θεάτρου τεθεῖσαι, εἶτα ἐδέξαντο τυλεῖα καὶ ἐπὶ τούτοις στρωμνὴν ποικίλην, οἰκίας μέγα εὐδαίμονος καὶ παλαιοπλούτου σαφῆ μαρτύρια: καὶ κυλίκια ἦν πολυτελῆ παρακείμενα καὶ κρατῆρες χρυσοῖ καὶ ἀργυροῖ, καὶ ἐν αὐτοῖς ὕδωρ πάμπολυ, τράπεζαί τε παρέκειντο θύου τε καὶ ἐλέφαντος εὖ μάλα σοβαραί, καὶ ἦν ἐπ᾽ αὐτῶν κρέα καὶ ἄρτοι, παμβορωτάτων ἐμπλῆσαι ζῴων γαστέρας ἱκανὰ ταῦτα. ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς ἔκπλεά τε καὶ ἀμφιλαφῆ ἦν, παρῆλθον οἱ δαιτυμόνες, ἓξ μὲν ἄρρενες, ἰσάριθμοι δὲ αἱ θήλειαι αὐτοῖς: καὶ οἳ μὲν ἀρρενωπὸν στολὴν εἶχον, αἳ δὲ θῆλυν, καὶ κατεκλίνησαν σὺν κόσμῳ συνδυασθέντες ἄρρεν τε καὶ θῆλυ. καὶ ὑποσημήναντος τὰς προβοσκίδας ὡς χεῖρας κεκολασμένως προύτεινον, καὶ ἐσιτοῦντο εὖ μάλα σωφρόνως: καὶ οὔτε τις αὐτῶν ἔδοξεν ἀδηφάγος οὔτε μὴν προτένθης τις τῆς μοίρας τῆς μείζονος ἁρπακτικός, ὡς Πέρσης παρὰ τῷ Ξενοφῶντι τῷ χρυσῷ. ἐπεὶ δὲ πίνειν ἔδει, ἑκάστῳ κρατὴρ παρετέθη, καὶ ἀρυτόμενοι [p. 41] ταῖς προβοσκίσι τὸ ποτὸν ἔπινον κεκοσμημένως, εἶτα ἀπέρραινον σὺν παιδιᾷ καὶ οὐχ ὕβρει. πολλὰ δὲ καὶ ἄλλα ἀνέγραψαν τοιαῦτα τῆς ἰδιότητος τῶνδε τῶν ζῴων σοφὰ καὶ ἐκπληκτικά. ἐγὼ δὲ εἶδον καὶ γράμματα γράφοντα ἐπὶ πίνακος Ῥωμαῖα ἀστραβῶς τῇ προβοσκίδι καὶ ἀτρέπτως: πλὴν ἐπέκειτο χεὶρ τοῦ διδάξαντος ἐς τὴν τῶν γραμμάτων παιδαγωγοῦσα περιγραφήν, ἔστε ἀπογράψαι τὸ ζῷον: τὸ δὲ ἀτενὲς ἑώρα κάτω. πεπαιδευμένους εἶναι τοὺς ὀφθαλμοὺς τῷ ζῴῳ καὶ γραμματικοὺς εἶπες ἄν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (18 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: