This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[105]
ἀλλ᾽ οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη, εἰ τοιοῦτο κακὸν καὶ τηλικοῦτον ἀδίκως ἐπάγει τῳ, ἀλλ᾽ ἕν᾽ ὅρον θέμενος παντὶ τρόπῳ μ᾽ ἀνελεῖν, οὐδὲν ἐλλείπειν ᾤετο δεῖν, ὡς δέον, εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου δίκης ἀξιοῖ τυχεῖν καὶ μὴ σιωπᾷ, τοῦτον ἐξόριστον ἀνῃρῆσθαι καὶ μηδαμῇ παρεθῆναι, ἀλλὰ καὶ λιποταξίου γραφὴν ἑαλωκέναι καὶ ἐφ᾽ αἵματι φεύγειν καὶ μόνον οὐ προσηλῶσθαι. καίτοι ταῦθ᾽ ὅταν ἐξελεγχθῇ ποιῶν πρὸς οἷς ὕβριζέν με χορηγοῦντα, τίνος συγγνώμης ἢ τίνος ἐλέου δικαίως τεύξεται παρ᾽ ὑμῶν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.