previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ [p. 32] ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας παρούσας περιστάσεις καθολικάς τε καὶ μερικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα. νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπράξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ̓ εἱμαρμένην λόγου τιθέμενοι, συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παῤ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων, ὅπως διὰ μὲν ἀστρονομίας τάς τε τῶν ὑποκειμένων συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ, καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα, καὶ τὰς ἰδίας αὐτῶν αἰτίας ῾ὡς ἄνευ τῆς τούτων γνώσεως, καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων̓, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως συμπαθούντων ἀντιπαθούντων, τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους, ὡς ἔνι μάλιστα, ποιούμενοι διατελῶσιν. Ἀλλὰ ταῦτα μὲν μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες προτετυπώσθω. ποιησόμεθα δὲ ἤδη τὸν λόγον κατὰ τὸν εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι περὶ τῆς ἑκάστου τῶν οὐρανίων περὶ αὐτὸ τὸ

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: