This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ ἀηδὼν διὰ τοῦ θέρους καὶ τὴν χρόαν ἐκτρέπει ἐς εἶδος ἕτερον, καὶ μεταβάλλει τὸ φώνημα: οὐ γὰρ ᾄδει πολυήχως καὶ ποικίλως, ἑτέρως δὲ ἤπερ οὖν διὰ τοῦ ἦρος. κόσσυφος δὲ θέρους μὲν ᾄδει, χειμῶνος δὲ παταγεῖ καὶ τεταραγμένον φθέγγεται, καὶ τὴν χρόαν ὡς στολὴν μεταμφιεσάμενος ἀπὸ τοῦ πρόσθεν μέλανος ὑπόξανθός ἐστιν. ἥ γε μὴν κίχλη χειμῶνός ἐστι ψαροτέρα ἰδεῖν, θέρους δὲ τὸν αὐχένα ποικίλον ἐπιδείκνυσι. καὶ ἰχθῦς δὲ τὴν χρόαν μεταβλητικοὶ οἵδε, κίχλαι τε καὶ κόσσυφοι καὶ φυκίδες τε καὶ μαινίδες. [p. 306] οἱ δὲ θῶες, ὡς Ἀριστοτέλης λέγει, διὰ μὲν τοῦ θέρους εἰσὶ ψιλοί, δασεῖς δὲ διὰ τοῦ χειμῶνος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.