previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέοντας μὲν ἐν Αἰγύπτῳ σέβουσι, καὶ ἐξ αὐτῶν κέκληται πόλις: καὶ τὰ ἴδιά γε τῶν ἐκεῖ λεόντων εἰπεῖν ἄξιον. ἔχουσι νεὼς καὶ διατριβὰς εὖ μάλα ἀφθόνους, καὶ κρέα βοῶν αὐτοῖς ἐστιν ὁσημέραι, καὶ διασπαρακτὰ κεῖται γυμνὰ ὀστῶν καὶ ἰνῶν, καὶ ἐσθιόντων ἐπᾴδουσιν Αἰγυπτίᾳ φωνῇ. δὲ ὑπόθεσις τῆς ᾠδῆς, ῾μὴ βασκήνητέ τινα τῶν ὁρώντων᾽, καὶ ἔοικεν ὡς ἂν εἴποις ἀντὶ περιάπτων τὸ ᾆσμα. ἐκθεοῦνται δὲ ἄρα παρ᾽ αὐτοῖς πολλοί, καὶ ἀντιπρόσωποί γε δίαιται ἀνειμέναι αὐτοῖς εἰσι. καὶ αἱ μὲν πρὸς τὴν ἕω θυρίδες, αἱ δὲ πρὸς τὴν ἑσπέραν ἀνεῳγμέναι κεχαρισμενωτέραν αὐτοῖς τὴν δίαιταν ἀποφαίνουσιν. ἔστι δὲ αὐτοῖς καὶ γυμνάσια ὑγιείας χάριν, καὶ πλησίον παλαῖστραι, δὲ ἀντίπαλος μόσχος τῶν εὐτραφῶν. καὶ πρὸς τοῦτον γυμνασάμενος, ἢν αὐτὸν καθέλῃ ῾δρᾷ δὲ βραδέως ὑπ᾽ ἀργίας αὐτὸ καὶ ἀθηρίασ᾽, ἐμφορεῖταί τε καὶ ὑποστρέφει ἐς τὸ αὔλιον τὸ ἴδιον. διάπυρον δέ ἔστι τὸ ζῷον ἰσχυρῶς, καὶ ἐντεῦθεν καὶ Ἡφαίστῳ ἀνῆψαν αὐτὸ Αἰγύπτιοι: τὸ δὲ ἔξωθεν πῦρ δυσωπεῖται καὶ φεύγειπλήθει τοῦ ἔνδοθέν φασιν. ἐπειδὴ δὲ ἄγαν πυρῶδές ἐστι, οἶκον Ἡλίου φασὶν εἶναι: καὶ ὅταν γε ἑαυτοῦ θερμότατος καὶ θερειότατος ἥλιος, λέοντι αὐτὸν πελάζειν φασί. προσέτι γε μὴν καὶ οἱ τὴν μεγάλην οἰκοῦντες Ἡλίου πόλιν ἐν [p. 296] τοῖς τοῦ θεοῦ προπυλαίοις τούσδε τρέφουσι τοὺς λέοντας, θειοτέρας τινὸς μοίρας ὡς Αἰγύπτιοί φασι μετειληχότας. καὶ γάρ τοι καὶ ὄναρ οἷσπερ οὖν θεός ἐστιν ἵλεως ἐπιστάντες προθεσπίζουσί τινα, καὶ τοὺς ἐπίορκον ὀμόσαντας οὐκ ἐς ἀναβολὰς ἀλλὰ ἤδη δικαιοῦσι, τοῦ θεοῦ τὴν ὀργὴν τὴν δικαίαν αὐτοῖς καταπνέοντος. λέγει δὲ καὶ Ἐμπεδοκλῆς τὴν ἀρίστην εἶναι μετοίκησιν τὴν τοῦ ἀνθρώπου, εἰ μὲν ἐς ζῷον λῆξις αὐτὸν μεταγάγοι, λέοντα γίνεσθαι: εἰ δὲ ἐς φυτόν, δάφνην. δὲ Ἐμπεδοκλῆς λέγει, ταῦτά ἐστιν

ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι
γίνονται, δάφναι δ᾽ ἐνὶ δένδρεσιν ἠυκόμοισιν.
εἰ δὲ δεῖ καὶ τῆς τῶν Αἰγυπτίων σοφίας ἐς φύσιν ἐκτρεπόντων καὶ τὰ τοιαῦτα ὤραν τίθεσθαι ῾δεῖ δέ᾽, τὰ μὲν πρόσθια τοῦδε τοῦ ζῴου πυρὶ ἀποκρίνουσιν, ὕδατί γε μὴν τὰ κατόπιν. καὶ τὴν σφίγγα μέντοι τὴν διφυῆ Αἰγύπτιοί τε χειρουργοὶ γλύφοντες καὶ Θηβαῖοι μῦθοι κομπάζοντες δίμορφον ἡμῖν πειρῶνται δεικνύναι, σεμνύνοντες τῇ τε τοῦ παρθενωποῦ καὶ τῇ τοῦ λεοντοειδοῦς σώματος κράσει αὐτήν. τοῦτό τοι καὶ Εὐριπίδης ὑπαινίττεται λέγων

οὐρὰν δ᾽ ὑπίλλασ᾽ ὑπὸ λεοντόπουν βάσιν
καθίζετο.
καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη

καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο,
δεινὸν φρίξασ᾽ ἀπεσείσατο θῆρα λέοντα
ἐν Νεμέᾳ, ἀνάγουσ᾽ αὐτὸν διὰ πότνιαν Ἥραν.
[p. 297] καὶ ταῦτα μὲν ἐς τοὺς μύθους ἀποκρίνωμεν, τά γε μὴν λεόντων ἴδια καὶ ἀνωτέρω καὶ νῦν δὲ ἀποχρώντως εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: