This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι δὲ ἄρα καὶ τέττιξ ἐνάλιος. καὶ ὁ μὲν μέγιστος αὐτῶν ἔοικε καράβῳ σμικρῷ, κέρατα δὲ οὐκ ἔχει μεγάλα κατ᾽ ἐκείνους οὐδὲ κέντρα. ἰδεῖν δέ ἐστι τοῦ καράβου ὁ τέττιξ ζοφωδέστερος, καὶ ἐπὰν αἱρεθῇ, προσέοικε τετριγότι. πτέρυγες δὲ ὀλίγαι τὸ μέγεθος ὑπὸ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐκπεφύκασι, καὶ εἶεν ἂν κατὰ τὰς τῶν χερσαίων καὶ αὗται. οὐ σιτοῦνται δὲ αὐτὸν οἱ πολλοί, νομίζοντες ἱερόν. Σεριφίους δὲ ἀκούω καὶ θάπτειν νεκρὸν ἑαλωκότα: ζῶντα δὲ ἐς δίκτυον ἐμπεσόντα οὐ κατέχουσιν, ἀλλὰ ἀποδιδόασι τῇ θαλάττῃ αὖθις. θρηνοῦσι δὲ ἄρα αὐτοὺς ἀποθανόντας, καὶ λέγουσι Περσέως τοῦ Διὸς ἄθυρμα αὐτοὺς εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.