previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λόγος οὖν καὶ οὗτος Περσικός. φασὶν ἄνδρα Πέρσην, ὄνομα ἦν Σιναίτης, πόρρω τῆς ἐπαύλεως τῆς ἑαυτοῦ ἐντυχεῖν Ἀρταξέρξῃ τῷ ἐπικαλουμένῳ [p. 14] Μνήμονι. ἀποληφθέντα οὖν θορυβηθῆναι δέει τοῦ νόμου καὶ αἰδοῖ τοῦ βασιλέως. οὐκ ἔχων δὲ τι χρήσαιτο τῷ παρόντι, ἡττηθῆναι τῶν ἄλλων Περσῶν μὴ φέρων μηδὲ ἄτιμος δόξαι τῷ μὴ δωροφορῆσαι βασιλέα, ἀλλ᾽ οὗτός γε πρὸς τὸν ποταμὸν τὸν πλησίον παραρρέοντα Κῦρός ἐστιν ὄνομα ἐλθὼν σὺν σπουδῇ καὶ ποδῶν εἶχε μάλιστα, ἐπικύψας ἀμφοτέραις ταῖς χερσὶν ἀρυσάμενος τοῦ ὕδατος ῾βασιλεὖ φησὶν ῾Ἀρταξέῥ̣̣̓, δἰ αἰῶνος βασιλεύοις. νῦν μὲν οὖν σε ὅπῃ τε καὶ ὅπως ἔχω τιμῶ, ὡς ἂν μὴ ἀγέραστος τὸ γοῦν ἐμὸν παρέλθῃς. τιμῶ δέ σε Κύρου ποταμοῦ ὕδατι. ὅταν δὲ ἐπὶ τὸν σταθμὸν τὸν σὸν παραγένῃ, οἴκοθεν, ὡς ἂν ἐμαυτοῦ κράτιστα καὶ πολυτελέστατα χωρήσω, οὕτω τιμήσω σε, καὶ δὴ οὐδὲν ἂν ἐλάττων γενοίμην τινὸς τῶν ἄλλων τῶν ἤδη σε δεξιωσαμένων τοῖς δώροις.᾿ ἐπὶ τούτοις Ἀρταξέρξης ἥσθη καὶ ῾δέχομαι ἡδέωσ᾽ φησὶν ῾ἄνθρωπε, τὸ δῶρον, καὶ τιμῶ γε αὐτὸ τῶν πάνυ πολυτελῶν, καὶ ἰσοστάσιον ἐκείνοις λέγω: πρῶτον μέν, ὅτι ὕδωρ ἐστὶ τὸ πάντων ἄριστον, δεύτερον δέ, ὅτι Κύρου ὄνομα ἐν ἑαυτῷ φέρει. καὶ σὺ δέ μοι καταλύοντι ἐν τῷ σταθμῷ πάντως ἐπιφάνηθι.᾿ ταῦτα εἰπὼν προσέταξε τοὺς εὐνούχους λαβεῖν τὸ ἐξ αὐτοῦ δῶρον: οἳ δὲ τὴν ταχίστην προσδραμόντες ἐς χρυσῆν φιάλην ἐδέξαντο ἐκ τῶν χειρῶν αὐτοῦ τὸ ὕδωρ. ἐλθὼν δὲ ἔνθα κατέλυεν βασιλεὺς ἔπεμψε τῷ ἀνδρὶ τῷ Πέρσῃ στολὴν Περσικὴν καὶ φιάλην χρυσῆν καὶ χιλίους δαρεικούς, καὶ προσέταξε τὸν κομίζοντα αὐτὰ εἰπεῖν τῷ λαμβάνοντι ῾κελεύει σε βασιλεὺς ἐκ μὲν τούτου τοῦ χρυσίου εὐφραίνειν τὴν σεαυτοῦ ψυχήν, ἐπεὶ καὶ σὺ τὴν ἐκείνου εὔφρανας, μὴ αὐτὸν ἀγέραστον μηδὲ ἄτιμον ἐάσας, ἀλλ᾽ ὡς ἤδη ἐχώρει ταύτῃ τιμήσας. [p. 15] βούλεται δέ σε καὶ τῇ φιάλῃ ταύτῃ ἀρυτόμενον πίνειν ἐξ ἐκείνου τοῦ ὕδατος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: