Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φιλόξενος λίχνος ἦν καὶ γαστρὸς ἥττων. λοπάδος οὖν ποτε ἑψομένης ἐν καπηλείῳ τέως μὲν εὐφραίνετο καὶ ἑαυτὸν εἱστία τῇ ὀσμῇ: ἐπεὶ δὲ αὐτῷ ἐπετείνετο ἡ ὄρεξις καὶ ἡττᾶτο τῆς φύσεως ῾κακῆς γε οὔσης, ὦ θεοί᾽, τηνικαῦτα οὐκ ἐνεγκὼν προσέταξε τὸν παῖδα πρίασθαι τὴν λοπάδα. ἐπεὶ δὲ ἔφατο πωλεῖν αὐτὴν [p. 110] τὸν κάπηλον πολλοῦ, ῾ταύτῃ μᾶλλον ἡδίων ἔσταἰ φησίν, ῾εἰ πλείονος αὐτὴν ὠνήσομαι.᾿ χρὴ δὲ καὶ τῶν τοιούτων μνημονεύειν, οὐκ ἐς ζῆλον αὐτῶν, ἀλλ᾽ ὥστε φεύγειν αὐτά.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.