This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἱέρωνά φασι τὸν Συρακόσιον φιλέλληνα γενέσθαι καὶ τιμῆσαι παιδείαν ἀνδρειότατα. καὶ ὡς ἦν προχειρότατος ἐς τὰς εὐεργεσίας λέγουσι: προθυμότερον γὰρ αὐτόν φασι χαρίζεσθαι ἢ τοὺς αἰτοῦντας λαμβάνειν. ἦν δὲ καὶ τὴν ψυχὴν ἀνδρειότατος. ἀβασανίστως δὲ καὶ τοῖς ἀδελφοῖς συνεβίωσε τρισὶν οὖσι, πάνυ σφόδρα ἀγαπήσας αὐτοὺς καὶ ὑπ᾽ αὐτῶν φιληθεὶς ἐν τῷ μέρει. τούτῳ φασὶ καὶ Σιμωνίδης συνεβίωσε καὶ Πίνδαρος, καὶ οὐκ ὤκνησέ γε Σιμωνίδης βαρὺς ὢν ὑπὸ γήρως πρὸς αὐτὸν ἀφικέσθαι: ἦν μὲν γὰρ καὶ φύσει φιλάργυρος ὁ Κεῖος, προύτρεπε δὲ αὐτὸν καὶ πλέον ἡ τοῦ Ἱέρωνος φιλοδωρία φασίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.