This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα ἂν εἴη λοιπὸν ἐκ τῶν προειρημένων, ὅτι καὶ αὐτὴ γένοιτ̓ ἂν ἐν τρισίν, ἐν οἷσπερ οἱ πρὸ αὐτῆς χαρακτῆρες: καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, καθάπερ ὁ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας καὶ τὰ πορνεῖα καὶ τοὺς αὐλοῦντας καὶ ᾄδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα δεινὰ ὀνόματα ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.
Κατὰ δὲ τὴν σύνθεσιν ὁ χαρακτὴρ οὗτος γίνοιτ̓ ἂν πρῶτον μὲν εἰ κόμματα ἔχοι ἀντὶ κώλων: τὸ γὰρ μῆκος ἐκλύει τὴν σφοδρότητα, τὸ δὲ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον δεινότερον: παράδειγμα τὸ Λακεδαιμονίων πρὸς Φίλιππον, ῾Διονύσιος ἐν Κορίνθῳ:᾿ εἰ δὲ ἐξέτειναν αὐτό, ῾Διονύσιος ἐκπεσὼν τῆς ἀρχῆς πτωχεύει ἐν Κορίνθῳ διδάσκων γράμματα,᾿ διήγημα σχεδὸν ἂν ἦν μᾶλλον ἀντὶ λοιδορίας.
Κἀν τοῖς ἄλλοις δὲ φύσει ἐβραχυλόγουν οἱ Λάκωνες: δεινότερον γὰρ τὸ βραχὺ καὶ ἐπιτακτικόν, τὸ μακρηγορεῖν δὲ τῷ ἱκετεύειν πρέπει καὶ αἰτεῖν.
Διὸ καὶ τὰ σύμβολα ἔχει δεινότητας, ὅτι ἐμφερῆ ταῖς βραχυλογίαις: καὶ γὰρ ἐκ τοῦ βραχέως ῥηθέντος ὑπονοῆσαι τὰ πλεῖστα δεῖ, καθάπερ ἐκ τῶν συμβόλων: οὕτως καὶ τὸ ῾χαμόθεν οἱ τέττιγες ὑμῖν ᾄσονταἰ δεινότερον ἀλληγορικῶς ῥηθέν, ἢ εἴπερ ἁπλῶς ἐρρήθη, ῾τὰ δένδρα ὑμῶν ἐκκοπήσεται.᾿
Τάς γε μὴν περιόδους ἐσφίγχθαι μάλα δεῖ κατὰ τὸ τέλος: ἡ γὰρ περιαγωγὴ δεινόν, ἡ δὲ λύσις ἁπλούστερον [p. 182] καὶ χρηστοηθείας σημεῖον, καθάπερ ἡ ἀρχαία πᾶσα ἑρμηνεία: ἁπλοϊκοὶ γὰρ οἱ ἀρχαῖοι.
Ὥστε ἐν δεινότητι φεύγειν δεῖ τὸ ἀρχαιοειδὲς καὶ τοῦ ἤθους καὶ τοῦ ῥυθμοῦ, καὶ καταφεύγειν μάλιστα ἐπὶ τὴν νῦν κατέχουσαν δεινότητα. τῶν οὖν κώλων αἱ τοιαῦται ἀποθέσεις, ῾ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν,᾿ ἔχονται μάλιστα οὗ εἴρηκα ῥυθμοῦ.
Ποιεῖ δέ τινα καὶ ἡ βία κατὰ τὴν σύνθεσιν δεινότητα: δεινὸν γὰρ πολλαχοῦ καὶ τὸ δύσφθογγον, ὥσπερ αἱ ἀνώμαλοι ὁδοί. παράδειγμα τὸ Δημοσθενικὸν τὸ ῾ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.᾿
Τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον: ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῇ ἀντιθέσει τὴν δεινότητα, ῾ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες,᾿ λέγων, ῾ἀνδροπόρνοι τὸν τρόπον ἦσαν:᾿ τῇ γὰρ περισσοτεχνίᾳ, μᾶλλον δὲ κακοτεχνίᾳ, προσέχων ὁ ἀκροατὴς ἔξω γίνεται θυμοῦ παντός.
Πολλὰ μέντοι ὑπ̓ αὐτῶν τῶν πραγμάτων ὥσπερ ἀναγκασθησόμεθα συνθεῖναι στρογγύλως καὶ δεινῶς, οἷον τὸ Δημοσθενικὸν τὸ τοιοῦτον, ῾ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ̓ οὐκ ἂν ἔγραψας: οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει:᾿ αὐτὸ γὰρ τὸ πρᾶγμα καὶ ἡ τάξις αὐτοῦ συμπεφυκυῖαν σαφῶς ἔσχεν τὴν σύνθεσιν, καὶ οὐδὲ βιασάμενος ἄν τις ῥᾳδίως ἑτέρως συνέθηκεν αὐτό. ἐν γὰρ πολλοῖς πράγμασι συντίθεμεν, ὥσπερ οἱ τὰς καταβάσεις τρέχοντες, ὑπ̓ αὐτῶν ἑλκόμενοι τῶν πραγμάτων.
Ποιητικὸν δὲ δεινότητός ἐστι καὶ τὸ ἐπὶ τέλει [p. 184] τιθέναι τὸ δεινότατον: περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται, καθάπερ τὸ Ἀντισθένους, ῾σχεδὸν γὰρ ὀδυνήσει ἄνθρωπος ἐκ φρυγάνων ἀναστάς:᾿ εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, ῾σχεδὸν γὰρ ἐκ φρυγάνων ἀναστὰς ἄνθρωπος ὀδυνήσει,᾿ καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν.
Ἡ δὲ ἀντίθεσις, ἣν ἐπὶ τοῦ Θεοπόμπου ἔφην, οὐδὲ ἐν τοῖς Δημοσθενικοῖς ἥρμοσεν, ἔνθα φησίν, ῾ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην: ἐδίδασκες, ἐγὼ δὲ ἐφοίτων: ἐτριταγωνίστεις, ἐγὼ δὲ ἐθεώμην: ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον:) κακοτεχνοῦντι γὰρ ἔοικεν διὰ τὴν ἀνταπόδοσιν, μᾶλλον δὲ παίζοντι, οὐκ ἀγανακτοῦντι.
Πρέπει δὲ τῇ δεινότητι καὶ τῶν περιόδων ἡ πυκνότης, καίτοι ἐν τοῖς λοιποῖς χαρακτῆρσιν οὐκ ἐπιτηδεία οὖσα: συνεχῶς γὰρ τιθεμένη μέτρῳ εἰκασθήσεται λεγομένῳ ἐφεξῆς, καὶ τοῦτο δεινῷ μέτρῳ, ὥσπερ οἱ χωλίαμβοι.
Ἅμα μέντοι πυκναὶ ἔστωσαν καὶ σύντομοι, λέγω δὲ δίκωλοί τινες, ἐπεί τοι πολύκωλοί γε οὖσαι κάλλος μᾶλλον παρέξουσιν, οὐ δεινότητα.
Οὕτω δ̓ ἡ συντομία τῷ χαρακτῆρι χρήσιμον, ὥστε καὶ ἀποσιωπῆσαι πολλαχοῦ δεινότερον, καθάπερ ὁ Δημοσθένης: ῾ἀλλ̓ ἐγὼ μέν, οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ.᾿ σχεδὸν ὁ σιωπήσας ἐνταῦθα δεινότερος παντὸς τοῦ εἰπόντος ἄν.
Καὶ νὴ τοὺς θεοὺς σχεδὸν ἂν καὶ ἡ ἀσάφεια πολλαχοῦ δεινότης ἐστί: δεινότερον γὰρ τὸ ὑπονοούμενον, τὸ δ̓ ἐξαπλωθὲν καταφρονεῖται.
Ἔστι δ̓ ὅπη κακοφωνία δεινότητα ποιεῖ, καὶ μάλιστα, ἐὰν τὸ ὑποκείμενον πρᾶγμα δέῃ τοιαύτης, ὥσπερ τὸ Ὁμηρικόν, τὸ [p. 186] Τρῶες δ̓ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν: ἦν μὲν γὰρ καὶ εὐφωνοτέρως εἰπόντα σῶσαι τὸ μέτρον, Τρῶες δ̓ ἐρρίγησαν, ὅπως ὄφιν αἰόλον εἶδον: ἀλλ̓ οὔτ̓ ἂν ὁ λέγων δεινὸς οὕτως ἔδοξεν, οὔτε ὁ ὄφις αὐτός.
Τούτῳ οὖν ἑπόμενοι τῷ παραδείγματι καὶ τὰ ἄλλα προσστοχασόμεθα τὰ ὅμοια, οἷον ἀντὶ μὲν τοῦ ῾πάντα ἂν ἔγραψεν̓ ῾ἔγραψεν ἄν,᾿ ἀντὶ δὲ τοῦ ῾οὐ παρεγένετὀ ῾παρεγένετο οὐχί.᾿
Ἀπολήγοντες δέ ποτε καὶ εἰς συνδέσμους τὸν ῾δἒ ἢ τὸν ῾τέ:᾿ καίτοι παραγγέλλεται φυγεῖν τὴν ἀπόληξιν τὴν τοιαύτην: ἀλλὰ πολλαχοῦ χρήσιμος τοιαύτη ἂν γένοιτο, οἷον ῾οὐκ εὐφήμησε μέν, ἄξιον ὄντα, ἠτίμασε δέ,᾿ ἢ ὡς τὸ ῾Σχοῖνόν τε Σκῶλόν τε,᾿ ἀλλ̓ ἐν μὲν τοῖς Ὁμηρικοῖς μέγεθος ἐποίησεν ἡ εἰς τοὺς συνδέσμους τελευτή.
Ποιήσειε δ̓ ἄν ποτε καὶ δεινότητα, εἴ τις ὧδε εἴποι ῾ἀνέτρεψεν δὲ ὑπὸ τῆς ἀφροσύνης τε ὑπὸ τῆς ἀσεβείας τε τὰ ἱερά τε τὰ ὅσιά τε:᾿ ὅλως γὰρ ἡ λειότης καὶ τὸ εὐήκοον γλαφυρότητος ἴδια, οὐ δεινότητός ἐστιν, οὗτοι δ̓ οἱ χαρακτῆρες ἐναντιώτατοι δοκοῦσιν.
Καίτοι ἐστὶ πολλαχοῦ ἐκ παιδιᾶς παραμεμιγμένης δεινότης ἐμφαινομένη τις, οἷον ἐν ταῖς κωμῳδίαις, καὶ πᾶς ὁ Κυνικὸς τρόπος, ὡς τὰ Κράτητος πήρη τις γαἶ ἔστι μέσῳ ἐνὶ οἴνοπι τύφῳ.
Καὶ τὸ Διογένους τὸ ἐν Ὀλυμπίᾳ, ὅτε τοῦ ὁπλίτου δραμόντος ἐπιτρέχων αὐτὸς ἐκήρυττεν ἑαυτὸν νικᾶν τὰ Ὀλύμπια πάντας ἀνθρώπους καλοκάγαθίᾳ. καὶ γὰρ γελᾶται τὸ εἰρημένον ἅμα καὶ θαυμάζεται, καὶ ἠρέμα καὶ ὑποδάκνει πως λεγόμενον. [p. 188]
Καὶ τὸ πρὸς τὸν καλὸν ῥηθὲν αὐτῷ: προσπαλαίων γὰρ καλῷ παιδὶ Διογένης διεκινήθη πως τὸ αἰδοῖον, τοῦ δὲ παιδὸς φοβηθέντος καὶ ἀποπηδήσαντος, ῾θάρρει, ὦ παιδίον: οὐκ εἰμὶ ταύτῃ ὅμοιος.᾿ γελοῖον γὰρ τὸ πρόχειρον τοῦ λόγου, δεινὴ δ̓ ἡ κευθομένη ἔμφασις. καὶ ὅλως, συνελόντι φράσαι, πᾶν τὸ εἶδος τοῦ Κυνικοῦ λόγου σαίνοντι ἅμα ἔοικέ τῳ καὶ δάκνοντι.
Χρήσονται δ̓ αὐτῷ καὶ οἱ ῥήτορές ποτε, καὶ ἐχρήσαντο, Λυσίας μὲν πρὸς τὸν ἐρῶντα τῆς γραὸς λέγων, ὅτι ῾ἧς ῥᾷον ἦν ἀριθμῆσαι τοὺς ὀδόντας ἢ τοὺς δακτύλους:᾿ καὶ γὰρ δεινότατα ἅμα καὶ γελοιότατα ἐνέφηνεν τὴν γραῦν: Ὅμηρος δὲ τὸ ῾Οὖτιν ἐγὼ πύματον ἔδομαι,᾿ ὡς προγέγραπται.
Ὡς δ̓ ἂν καὶ ἐκ σχημάτων γίγνοιτο δεινότης, λέξομεν. ἐκ μὲν οὖν τῶν τῆς διανοίας σχημάτων, ἐκ μὲν τῆς παραλείψεως ὀνομαζομένης οὕτως: ῾Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τὰς ἐπὶ Θρᾴκης ἐῶ:᾿ ἐν γὰρ τούτοις καὶ εἴρηκεν πάντα, ὅσα ἐβούλετο, καὶ παραλιπεῖν αὐτά φησιν, ὡς δεινότερα εἰπεῖν ἔχων ἕτερα.
Καὶ ἡ προειρημένη δ̓ ἀποσιώπησις τοῦ αὐτοῦ ἤθους ἐχομένη δεινότερον ποιήσει τὸν λόγον.
Παραλαμβάνοιτο δ̓ ἂν σχῆμα διανοίας πρὸς δεινότητα ἡ προσωποποιΐα καλουμένη, οἷον ῾δόξατε ὑμῖν τοὺς προγόνους ὀνειδίζειν καὶ λέγειν τάδε τινὰ ἢ τὴν Ἑλλάδα ἢ τὴν πατρίδα, λαβοῦσαν γυναικὸς σχῆμα.᾿
Ὥσπερ ἐν τῷ ἐπιταφίῳ Πλάτων τὸ ῾ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν,᾿ καὶ οὐκ ἐκ τοῦ ἰδίου προσώπου λέγειν, ἀλλὰ ἐκ τοῦ τῶν πατέρων: πολὺ γὰρ [p. 190] ἐνεργέστερα καὶ δεινότερα φαίνεται ὑπὸ τῶν προσώπων, μᾶλλον δὲ δράματα ἀτεχνῶς γίνεται.
Τὰ μὲν εἴδη τῆς διανοίας καὶ σχήματα λαμβάνοιτ̓ ἄν, ὡς εἴρηται: καὶ γὰρ τοσαῦτα τὰ εἰρημένα παραδείγματος ἕνεκα, τὰ δὲ τῆς λέξεως σχήματα ποικιλώτερον ἐκλέγοντά ἐστι δεινότερον ποιεῖν τὸν λόγον, ἔκ τε τῆς ἀναδιπλώσεως, ὡς ῾Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται:᾿ διλογηθὲν γὰρ τὸ ὄνομα δεινότητα ποιεῖ.
Καὶ ἐκ τῆς ἀναφορᾶς καλουμένης, ὡς τὸ ῾ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς:᾿ τὸ δὲ σχῆμα τὸ εἰρημένον τοῦτο τριπλοῦν: καὶ γὰρ ἐπαναφορά ἐστιν, ὡς εἴρηται, διὰ τὸ τὴν αὐτὴν λέξιν ἐπαναφέρεσθαι ἐπὶ τὴν αὐτὴν ἀρχήν, καὶ ἀσύνδετον: δίχα γὰρ συνδέσμων λέλεκται, καὶ ὁμοιοτέλευτον διὰ τὴν ἀπόληξιν τοῦ ῾καλεῖς᾿ πολλάκις. καὶ δεινότης ἤθροισται ἐκ τῶν τριῶν, εἰ δ̓ εἴποι τις οὕτως, ῾ἐπὶ σαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς,᾿ ἅμα τοῖς σχήμασιν ἐξαιρήσει καὶ τὴν δεινότητα.
Μάλιστα δὲ πάντων ἰστέον τὴν διάλυσιν δεινότητος ἐργάτιν, οἷον ῾πορεύεται διὰ τῆς ἀγορᾶς τὰς γνάθους φυσῶν, τὰς ὀφρῦς ἐπηρκώς, ἴσα βαίνων Πυθοκλεἶ: εἰ γὰρ συναφθῇ ταῦτα συνδέσμοις, πρᾳότερα ἔσται.
Λαμβάνοιτ̓ ἂν καὶ ἡ κλῖμαξ καλουμένη, ὥσπερ Δημοσθένει τὸ ῾οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ: οὐδ̓ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ: οὐδ̓ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους:᾿ σχεδὸν γὰρ ἐπαναβαίνοντι ὁ λόγος ἔοικεν ἐπὶ μειζόνων μείζονα: εἰ δὲ οὕτως εἴποι τις ταῦτα, ῾εἰπὼν ἐγὼ καὶ γράψας ἐπρέσβευσά [p. 192] τε καὶ ἔπεισα Θηβαίους,᾿ διήγημα ἐρεῖ μόνον, δεινὸν δὲ οὐδέν.
Καθόλου δὲ τῆς λέξεως τὰ σχήματα καὶ ὑπόκρισιν καὶ ἀγῶνα παρέχει τῷ λέγοντι, μάλιστα τὸ διαλελυμένον, τοῦτ̓ ἔστι δεινότητα. καὶ περὶ μὲν τῶν σχημάτων ἀμφοτέρων τοσαῦτα.
Λέξις δὲ λαμβανέσθω πᾶσα, ὅση καὶ ἐν τῷ μεγαλοπρεπεῖ χαρακτῆρι, πλὴν οὐκ ἐπὶ τὸ αὐτὸ τέλος: καὶ γὰρ μεταφέροντά ἐστι δεινὰ ποιεῖν, ὡς τὸ ῾τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ̓ ὑμῶν.᾿
Καὶ εἰκασίας λέγοντα, ὡς τὸ Δημοσθένους, ῾τοῦτο τὸ ψήφισμα τὸν τότ̓ ἐπιόντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος.᾿
Αἱ παραβολαὶ δὲ τῇ δεινότητι οὐκ ἐπιτήδειαι διὰ τὸ μῆκος, οἷον τὸ ῾ὥσπερ δὲ κύων γενναῖος, ἄπειρος, ἀπρονοήτως ἐπὶ κάπρον φέρεται:᾿ κάλλος γὰρ καὶ ἀκρίβειά τις ἐν τούτοις ἐμφαίνεται, ἡ δὲ δεινότης σφοδρόν τι βούλεται καὶ σύντομον, καὶ ἐγγύθεν πλήττουσιν ἔοικεν.
Γίνεται δὲ καὶ ἐκ συνθέτου ὀνόματος δεινότης, ὥσπερ καὶ ἡ συνήθεια συντίθησιν δεινῶς πολλά, ῾τὴν χαμαιτύπην̓ καὶ ῾τὸν παραπλῆγἀ καὶ εἴ τι ἄλλο τοιοῦτον: καὶ παρὰ τοῖς ῥήτορσι δὲ πολλὰ ἄν τις εὕροι τοιαῦτα.
Πειρᾶσθαι δὲ τὰ ὀνόματα πρεπόντως λέγειν τοῖς πράγμασιν, οἷον ἐπὶ μὲν τοῦ βίᾳ καὶ πανουργίᾳ δράσαντος ῾διεβιάσατο,᾿ ἐπὶ δὲ τοῦ βίᾳ καὶ φανερῶς καὶ μετὰ ἀπονοίας ῾ἐξέκοψεν, ἐξεῖλεν,᾿ ἐπὶ δὲ τοῦ δολίως καὶ λαθραίως ῾ἐτρύπησεν̓ ἢ ῾διέφυγεν,᾿ ἢ εἴ τι τοιοῦτον πρόσφορον τοῖς πράγμασιν ὄνομα.
Τὸ δὲ ἐξαίρεσθαί πως λαμβανόμενον οὐ μέγεθος ποιεῖ μόνον, ἀλλὰ καὶ δεινότητα, ὡς τὸ ῾οὐ λέγειν [p. 194] εἴσω τὴν χεῖρα ἔχοντα δεῖ, Αἰσχίνη, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα.᾿
Καὶ τὸ ῾ἀλλ̓ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος:᾿ οὐ γὰρ ὑπὲρ τοῦ μέγαν ποιῆσαι τὸν λόγον ἡ ἐπανάστασις, ἀλλ̓ ὑπὲρ τοῦ δεινόν. γίνεται δὲ τοῦτο ἐπὰν μεταξὺ ἐξαρθέντες κατηγορῶμέν τινος: ὥσπερ γὰρ Αἰσχίνου κατηγορία, τὸ δὲ Φιλίππου ἐστίν.
Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν, καὶ μὴ ἀποφαινόμενον, ῾ἀλλ̓ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλυεν τὴν εἰρήνην, ἢ οὔ;᾿ καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι: εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, ῾ἠδίκει καὶ ἔλυε τὴν εἰρήνην,᾿ σαφῶς διδάσκοντι ἐῴκει καὶ οὐκ ἐλέγχοντι.
Ἡ δὲ καλουμένη ἐπιμονὴ ἐστὶ μὲν ἑρμηνεία πλείων τοῦ πράγματος, μέγιστα δὲ συμβάλοιτ̓ ἂν εἰς δεινότητα: παράδειγμα δὲ αὐτῆς τὸ Δημοσθένους, ῾νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα:᾿ οὐκ ἂν οὕτως ἦν δεινόν.
Τάχα δὲ καὶ ὁ εὐφημισμὸς καλούμενος μετέχοι τῆς δεινότητος, καὶ ὁ τὰ δύσφημα εὔφημα ποιῶν, καὶ τὰ ἀσεβήματα εὐσεβήματα, οἷον ὡς ὁ τὰς Νίκας τὰς χρυσᾶς χωνεύειν κελεύων καὶ καταχρῆσθαι τοῖς χρήμασιν εἰς τὸν πόλεμον οὐχ οὕτως εἶπεν προχείρως, ὅτι ῾κατακόψωμεν τὰς Νίκας εἰς τὸν πόλεμον:᾿ δύσφημον γὰρ ἂν οὕτως καὶ λοιδοροῦντι ἐοικὸς ἦν τὰς θεάς, ἀλλ̓ εὐφημότερον, ὅτι ῾συγχρησόμεθα ταῖς Νίκαις εἰς τὸν πόλεμον:᾿ οὐ γὰρ κατακόπτοντι τὰς Νίκας ἔοικεν οὕτως ῥηθέν, ἀλλὰ συμμάχους μεταποιοῦντι. [p. 196]
Δεινὰ δὲ καὶ τὰ Δημάδεια, καίτοι ἴδιον καὶ ἄτοπον τρόπον ἔχειν δοκοῦντα, ἔστι δὲ αὐτῶν ἡ δεινότης ἔκ τε τῶν ἐμφάσεων γινομένη, καὶ ἐξ ἀλληγορικοῦ τινος παραλαμβανομένου, καὶ τρίτον ἐξ ὑπερβολῆς.
Οἷόν ἐστι τὸ ῾οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες Ἀθηναῖοι: ὦζεν γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ.᾿ τὸ μὲν γὰρ ῾ὦζεν̓ ἀντὶ τοῦ ῾ᾐσθάνετὀ ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκουμένην αἰσθάνεσθαι ἐμφαντικὸν τῆς δυνάμεως τῆς Ἀλεξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει ὁ λόγος ἠθροισμένον ἐκ τῶν τριῶν: πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν.
Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ ῾ ὅτι τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα, ἀλλ̓ ὁ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γράφων,᾿ καὶ τὸ ῾ἔοικε γὰρ ἡ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ.᾿
Καὶ ἀλλαχοῦ που, ῾πόλιν, οὐ τὴν ἐπὶ προγόνων τὴν ναύμαχον, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφῶσαν:᾿ τὸ μὲν γὰρ γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη, καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς: τὸ δὲ πτισάνην ῥοφῶσαν, ἐπεὶ ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα.
Περὶ μὲν οὖν τῆς Δημαδείου δεινότητος ἀρκεῖ τοσαῦτα, καίτοι ἐχούσης τι ἐπισφαλὲς καὶ οὐκ εὐμίμητον μάλα: ἔνεστι γάρ τι καὶ ποιητικὸν τῷ εἴδει, εἴ γε ποιητικὸν ἡ ἀλληγορία καὶ ὑπερβολὴ καὶ ἔμφασις, ποιητικὸν δὲ μικτὸν κωμῳδίας.
Τὸ δὲ καλούμενον ἐσχηματισμένον ἐν λόγῳ οἱ νῦν ῥήτορες γελοίως ποιοῦσιν καὶ μετὰ ἐμφάσεως ἀγεννοῦς [p. 198] ἅμα καὶ οἷον ἀναμνηστικῆς, ἀληθινὸν δὲ σχῆμά ἐστι λόγου μετὰ δυοῖν τούτοιν λεγόμενον, εὐπρεπείας καὶ ἀσφαλείας.
Εὐπρεπείας μέν, οἷον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβροτον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοφαγοῦντας δεδεμένου Σωκράτους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαπλεύσαντας ὡς τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν: λοιδορία γὰρ ἦν ὁ λόγος: εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον. ἐρωτηθεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτῃ, καὶ καταλέξας ἕκαστον, ἐπανερωτηθείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, ῾οὔ,᾿ φησίν, ῾ἐν Αἰγίνῃ γὰρ ἦσαν:᾿ πάντα γὰρ τὰ προειρημένα ἐμφαίνεται τῷ ῾ἐν Αἰγίνῃ ἦσαν:᾿ καὶ πολὺ δεινότερος ὁ λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος ἐν σχήματι ὁ Πλάτων ἐλοιδόρησεν.
Πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγόμενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι, καὶ ὑπερηφάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς, ὅτι ῾ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον:᾿ ἐν γὰρ τῷ δεικτικῷ τῷ ῾τοῦτον̓ ἐμφαίνεται ἡ ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι. [p. 200]
Τοῦ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ Πλάτωνος πρὸς Διονύσιον ψευσάμενον καὶ ἀρνησάμενον, ὅτι ῾ἐγώ σοι Πλάτων οὐδὲν ὡμολόγησα, σὺ μέντοι, νὴ τοὺς θεούς.᾿ καὶ γὰρ ἐλήλεγκται ἐψευσμένος, καὶ ἔχει τι ὁ λόγος σχῆμα μεγαλεῖον ἅμα καὶ ἀσφαλές.
Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν: οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους εἰκαιοψόγους εἶναι θέλοι τις, παράδειγμα τὸ τοῦ Αἰσχίνου ἐπὶ τοῦ Τηλαυγοῦς: πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαυγῆ διήγησις ἀπορίαν παρέχοι, εἴτε θαυμασμὸς εἴτε χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.
Δύναιτο δ̓ ἄν τις καὶ ἑτέρως σχηματίζειν, οἷον οὕτως: ἐπειδὴ ἀηδῶς ἀκούουσιν οἱ δυνάσται καὶ δυνάστιδες τὰ αὑτῶν ἁμαρτήματα, παραινοῦντες αὐτοῖς μὴ ἁμαρτάνειν οὐκ ἐξ εὐθείας ἐροῦμεν, ἀλλ̓ ἤτοι ἑτέρους ψέξομέν τινας τὰ ὅμοια πεποιηκότας, οἷον πρὸς Διονύσιον τὸν τύραννον κατὰ Φαλάριδος τοῦ τυράννου ἐροῦμεν καὶ τῆς Φαλάριδος ἀποτομίας: ἢ ἐπαινεσόμεθά τινας Διονυσίῳ τὰ ἐναντία πεποιηκότας, οἷον Γέλωνα ἢ Ἱέρωνα, ὅτι πατράσιν ἐῴκεσαν τῆς Σικελίας καὶ διδασκάλοις: καὶ γὰρ νουθετεῖται ἀκούων ἅμα καὶ οὐ λοιδορεῖται καὶ ζηλοτυπεῖ τῷ Γέλωνι ἐπαινουμένῳ καὶ ἐπαίνου ὀρέγεται καὶ οὗτος.
Πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τυράννοις, οἷον Φίλιππος μὲν διὰ τὸ ἑτερόφθαλμος εἶναι ὠργίζετο, εἴ τις ὀνομάσειεν ἐπ̓ αὐτοῦ Κύκλωπα ἢ ὀφθαλμὸν ὅλως: Ἑρμείας δ̓ ὁ τοῦ Ἀταρνέως ἄρξας, καίτοι τἄλλα πρᾷος, [p. 202] ὡς λέγεται, οὐκ ἂν ἠνέσχετο ῥᾳδίως τινὸς μαχαίριον ὀνομάζοντος ἢ τομὴν ἢ ἐκτομὴν διὰ τὸ εὐνοῦχος εἶναι. ταῦτα δ̓ εἴρηκα ἐμφῆναι βουλόμενος μάλιστα τὸ ἦθος τὸ δυναστευτικόν, ὡς μάλιστα χρῇζον λόγου ἀσφαλοῦς, ὃς καλεῖται ἐσχηματισμένος.
Καίτοι πολλάκις καὶ οἱ δῆμοι οἱ μεγάλοι καὶ ἰσχυροὶ δέονται τοιούτου εἴδους τῶν λόγων, ὥσπερ οἱ τύραννοι, καθάπερ ὁ Ἀθηναίων δῆμος, ἄρχων τῆς Ἑλλάδος καὶ κόλακας τρέφων Κλέωνας καὶ Κλεοφῶντας. τὸ μὲν οὖν κολακεύειν αἰσχρόν, τὸ δὲ ἐπιτιμᾶν ἐπισφαλές, ἄριστον δὲ τὸ μεταξύ, τοῦτ̓ ἔστι τὸ ἐσχηματισμένον.
Καί ποτε αὐτὸν τὸν ἁμαρτάνοντα ἐπαινέσομεν, οὐκ ἐφ̓ οἷς ἥμαρτεν, ἀλλ̓ ἐφ̓ οἷς οὐχ ἡμάρτηκεν, οἷον τὸν ὀργιζόμενον, ὅτι χθὲς ἐπῃνεῖτο πρᾷος φανεὶς ἐπὶ τοῖς τοῦ δεῖνος ἁμαρτήμασιν, καὶ ὅτι ζηλωτὸς τοῖς πολίταις σύνεστιν: ἡδέως γὰρ δὴ ἕκαστος μιμεῖται ἑαυτὸν καὶ συνάψαι βούλεται ἐπαίνῳ ἔπαινον, μᾶλλον δ̓ ἕνα ὁμαλῆ ἔπαινον ποιῆσαι.
Καθόλου δὲ ὥσπερ τὸν αὐτὸν κηρὸν ὁ μέν τις κύνα ἔπλασεν, ὁ δὲ βοῦν, ὁ δὲ ἵππον, οὕτω καὶ πρᾶγμα ταὐτὸν ὁ μέν τις ἀποφαινόμενος καὶ κατηγορῶν φησιν, ὅτι ῾ οἱ ἄνθρωποι χρήματα μὲν ἀπολείπουσι τοῖς παισίν, ἐπιστήμην δὲ οὐ συναπολείπουσιν, τὴν χρησομένην τοῖς ἀπολειφθεῖσιν:᾿ τοῦτο δὲ τὸ εἶδος τοῦ λόγου Ἀριστίππειον λέγεται: ἕτερος δὲ ταὐτὸν ὑποθετικῶς προοίσεται, καθάπερ Ξενοφῶντος τὰ πολλά, οἷον ὅτι ῾δεῖ γὰρ οὐ χρήματα μόνον ἀπολιπεῖν τοῖς ἑαυτῶν παισίν, ἀλλὰ καὶ ἐπιστήμην τὴν χρησομένην αὐτοῖς.᾿
Τὸ δὲ ἰδίως καλούμενον εἶδος Σωκρατικόν, ὃ μάλιστα δοκοῦσιν ζηλῶσαι Αἰσχίνης καὶ Πλάτων, [p. 204] μεταρυθμίσειεν ἂν τοῦτο τὸ πρᾶγμα τὸ προειρημένον εἰς ἐρώτησιν, ὧδέ πως, οἷον ῾ὦ παῖ, πόσα σοι χρήματα ἀπέλιπεν ὁ πατήρ; ἢ πολλά τινα καὶ οὐκ εὐαρίθμητα; πολλά, ὦ Σώκρατες. ἆρα οὖν καὶ ἐπιστήμην ἀπέλιπέν σοι τὴν χρησομένην αὐτοῖς;᾿ ἅμα γὰρ καὶ εἰς ἀπορίαν ἔβαλεν τὸν παῖδα λεληθότως, καὶ ἠνέμνησεν ὅτι ἀνεπιστήμων ἐστί, καὶ παιδεύεσθαι προετρέψατο: ταῦτα πάντα ἠθικῶς καὶ ἐμμελῶς, καὶ οὐχὶ δὴ τὸ λεγόμενον τοῦτο ἀπὸ Σκυθῶν.
Εὐημέρησαν δ̓ οἱ τοιοῦτοι λόγοι τότε ἐξευρεθέντες τὸ πρῶτον, μᾶλλον δὲ ἐξέπληξαν τῷ τε μιμητικῷ καὶ τῷ ἐναργεῖ καὶ τῷ μετὰ μεγαλοφροσύνης νουθετικῷ. περὶ μὲν δὴ πλάσματος λόγου καὶ σχηματισμῶν ἀρκείτω ταῦτα.
Ἡ δὲ λειότης ἡ περὶ τὴν σύνθεσιν, οἵᾳ κέχρηνται μάλιστα οἱ ἀπ̓ Ἰσοκράτους, φυλαξάμενοι τὴν σύγκρουσιν τῶν φωνηέντων γραμμάτων, οὐ μάλα ἐπιτηδεία ἐστὶ δεινῷ λόγῳ: πολλὰ γὰρ τὰ ἐκ τῆς συμπλήξεως ἂν αὐτῆς γένοιτο δεινότερα, οἷον ῾τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ δἰ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολιτευόμην πω τότε.᾿ εἰ δὲ μεταβαλών τις καὶ συνάψας ὧδ̓ εἴποι: ῾τοῦ πολέμου γὰρ οὐ δἰ ἐμὲ τοῦ Φωκικοῦ συστάντος: οὐ γὰρ ἐπολιτευόμην ἔγωγέ πω τότε,᾿ οὐκ ὀλίγον διεξαιρήσει τῆς δεινότητος, ἐπεὶ πολλαχοῦ καὶ τὸ ἠχῶδες τῆς συγκρούσεως ἴσως ἔσται δεινότερον.
Καὶ γὰρ τὸ ἀφρόντιστον αὐτὸ καὶ τὸ ὥσπερ αὐτοφυὲς δεινότητα παραστήσει τινά, μάλιστα ἐπὰν ὀργιζομένους ἐμφαίνωμεν αὑτοὺς ἢ ἠδικημένους. ἡ δὲ περὶ τὴν λειότητα καὶ ἁρμονίαν φροντὶς οὐκ ὀργιζομένου, ἀλλὰ παίζοντός ἐστι καὶ ἐπιδεικνυμένου μᾶλλον. [p. 206]
Καὶ ὥσπερ τὸ διαλελυμένον σχῆμα δεινότητα ποιεῖ, ὡς προλέλεκται, οὕτω ποιήσει ἡ διαλελυμένη ὅλως σύνθεσις. σημεῖον δὲ καὶ τὸ Ἱππώνακτος. λοιδορῆσαι γὰρ βουλόμενος τοὺς ἐχθροὺς ἔθραυσεν τὸ μέτρον, καὶ ἐποίησεν χωλὸν ἀντὶ εὐθέος, καὶ ἄρυθμον, τουτέστι δεινότητι πρέπον καὶ λοιδορίᾳ: τὸ γὰρ ἔρρυθμον καὶ εὐήκοον ἐγκωμίοις ἂν πρέποι μᾶλλον ἢ ψόγοις. τοσαῦτα καὶ περὶ συγκρούσεως.
Παράκειται δέ τις καὶ τῷ δεινῷ χαρακτῆρι, ὡς τὸ εἰκός, διημαρτημένος καὶ αὐτός, καλεῖται δὲ ἄχαρις. γίνεται δὲ ἐν τοῖς πράγμασιν, ἐπάν τις αἰσχρὰ καὶ δύσρητα ἀναφανδὸν λέγῃ, καθάπερ ὁ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορνευκυίας τὴν λεκανίδα καὶ τοὺς ὀβολοὺς καὶ τὴν ψίαθον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν κατήρασεν τοῦ δικαστηρίου.
Ἡ σύνθεσις δὲ φαίνεται ἄχαρις, ἐὰν διεσπασμένῃ ἐμφερὴς ᾖ, καθάπερ ὁ εἰπών, ῾οὑτωσὶ δ̓ ἔχον τὸ καὶ τό, κτεῖναι.᾿ καὶ ἐπὰν τὰ κῶλα μηδεμίαν ἔχῃ πρὸς ἄλληλα σύνδεσιν, ἀλλ̓ ὅμοια διερρηγμένοις. καὶ αἱ περίοδοι δὲ αἱ συνεχεῖς καὶ μακραὶ καὶ ἀποπνίγουσαι τοὺς λέγοντας οὐ μόνον κατακορές, ἀλλὰ καὶ ἀτερπές.
Τῇ δὲ ὀνομασίᾳ πολλάκις χαρίεντα πράγματα ὄντα ἀτερπέστερα φαίνεται, καθάπερ ὁ Κλείταρχος περὶ τῆς τενθρηδόνος λέγων, ζώου μελίσσῃ ἐοικότος: ῾κατανέμεται μέν,᾿ φησί, ῾τὴν ὀρεινήν, εἰσίπταται δὲ εἰς τὰς κοίλας δρῦς.᾿ ὥσπερ περὶ βοὸς ἀγρίου ἢ τοῦ Ἐρυμανθίου κάπρου λέγων, ἀλλ̓ οὐχὶ περὶ μελίσσης τινός, ὥστε καὶ ἄχαριν τὸν λόγον ἅμα καὶ ψυχρὸν γενέσθαι. παράκειται δέ πως ἀλλήλοις ταῦτα ἀμφότερα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.