Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καὶ πάλιν, ῾ μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελεῖ τὸν βίον ὅλον.᾿ καὶ πάλιν, ῾τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν.᾿ οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ᾠδικὸν σαφῶς: εἰ δ̓ ἀναστρέψας εἴποις, ῾ἐμάλαξεν ὥσπερ σίδηρον,᾿ ἢ ῾διατελεῖ ὅλον τὸν βίον,᾿ ἐκχεῖς τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ τῷ ῥυθμῷ οὖσαν: οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐδ̓ ἐν ταῖς λέξεσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.