Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καὶ περὶ τῶν μουσικῶν δὲ ὀργάνων πάλιν χαριέντως ἥρμοσεν, ἐν οἷς δή φησιν, ῾λύρα δή σοι λείπεται κατὰ πόλιν:᾿ εἰ γὰρ ἀναστρέψας εἴποις ῾κατὰ πόλιν λείπεται,᾿ μεθαρμοσαμένῳ ποιήσεις ὅμοιον. τοῦτο δὲ [p. 156] ἐπιφέρει, ῾καὶ αὖ κατ̓ ἀγροὺς τοῖς ποιμέσιν σύριγξ ἄν τις εἴη:᾿ τῇ γὰρ ἐκτάσει καὶ τῷ μήκει πάνυ χαριέντως μεμίμηται τρόπον τινὰ ἦχον σύριγγος. ἔσται δὲ δῆλον, εἴ τις μετασυνθεὶς λέγοι καὶ τοῦτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.