previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[769α]

Ἀθηναῖος
καλῶς τοίνυν ἂν ἡμῖν πρεσβυτῶν ἔμφρων παιδιὰ μέχρι δεῦρ᾽ εἴη τὰ νῦν διαπεπαισμένη.

Κλεινίας
καλὴν τὴν σπουδὴν ἔοικας δηλοῦν τῶν ἀνδρῶν.

Ἀθηναῖος
εἰκός γε: τόδε δ᾽ ἐννοήσωμεν εἰ σοὶ δοκεῖ καθάπερ ἐμοί.

Κλεινίας
τὸ ποῖον δὴ καὶ περὶ τίνων;

Ἀθηναῖος
οἶσθ᾽ ὅτι καθάπερ ζωγράφων οὐδὲν πέρας ἔχειν πραγματεία δοκεῖ περὶ ἑκάστων τῶν ζῴων, ἀλλ᾽ τοῦ χραίνειν ἀποχραίνειν, ὁτιδήποτε καλοῦσι τὸ τοιοῦτον οἱ [769β] ζωγράφων παῖδες, οὐκ ἄν ποτε δοκεῖ παύσασθαι κοσμοῦσα, ὥστε ἐπίδοσιν μηκέτ᾽ ἔχειν εἰς τὸ καλλίω τε καὶ φανερώτερα γίγνεσθαι τὰ γεγραμμένα.

Κλεινίας
σχεδὸν ἐννοῶ ἀκούων καὶ αὐτὸς ταῦτα λέγεις, ἐπεὶ ἐντριβής γε οὐδαμῶς γέγονα τῇ τοιαύτῃ τέχνῃ.

Ἀθηναῖος
καὶ οὐδέν γε ἐβλάβης. χρησώμεθά γε μὴν τῷ νῦν παρατυχόντι περὶ αὐτῆς ἡμῖν λόγῳ τὸ τοιόνδε, ὡς εἴ ποτέ [769ξ] τις ἐπινοήσειε γράψαι τε ὡς κάλλιστον ζῷον καὶ τοῦτ᾽ αὖ μηδέποτε ἐπὶ φαυλότερον ἀλλ᾽ ἐπὶ τὸ βέλτιον ἴσχειν τοῦ ἐπιόντος ἀεὶ χρόνου, συννοεῖς ὅτι θνητὸς ὤν, εἰ μή τινα καταλείψει διάδοχον τοῦ ἐπανορθοῦν τε, ἐάν τι σφάλληται τὸ ζῷον ὑπὸ χρόνων, καὶ τὸ παραλειφθὲν ὑπὸ τῆς ἀσθενείας τῆς ἑαυτοῦ πρὸς τὴν τέχνην οἷός τε εἰς τὸ πρόσθεν ἔσται φαιδρύνων ποιεῖν ἐπιδιδόναι, σμικρόν τινα χρόνον αὐτῷ πόνος παραμενεῖ πάμπολυς;

Κλεινίας
ἀληθῆ. [769δ]

Ἀθηναῖος
τί οὖν; ἆρ᾽ οὐ τοιοῦτον δοκεῖ σοι τὸ τοῦ νομοθέτου βούλημ᾽ εἶναι; πρῶτον μὲν γράψαι τοὺς νόμους πρὸς τὴν ἀκρίβειαν κατὰ δύναμιν ἱκανῶς: ἔπειτα προϊόντος τοῦ χρόνου καὶ τῶν δοξάντων ἔργῳ πειρώμενον, ἆρ᾽ οἴει τινὰ οὕτως ἄφρονα γεγονέναι νομοθέτην, ὥστ᾽ ἀγνοεῖν ὅτι πάμπολλα ἀνάγκη παραλείπεσθαι τοιαῦτα, δεῖ τινα συνεπόμενον ἐπανορθοῦν, ἵνα μηδαμῇ χείρων, βελτίων δὲ πολιτεία [769ε] καὶ κόσμος ἀεὶ γίγνηται περὶ τὴν ᾠκισμένην αὐτῷ πόλιν;

Κλεινίας
εἰκόςπῶς γὰρ οὔ; —βούλεσθαι πάντα ὁντινοῦν τὸ τοιοῦτον.

Ἀθηναῖος
οὐκοῦν εἴ τίς τινα μηχανὴν ἔχοι πρὸς τοῦτο, ἔργῳ καὶ λόγοις τίνα τρόπον διδάξειεν ἂν ἕτερον εἴτε μείζονα εἴτε ἐλάττω περὶ τοῦτ᾽ ἔχειν ἔννοιαν, ὅπως χρὴ φυλάττειν καὶ ἐπανορθοῦν νόμους, οὐκ ἄν ποτε λέγων ἀπείποι τὸ τοιοῦτον πρὶν ἐπὶ τέλος ἐλθεῖν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: