previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[812α] νέους αὐτοῖς παραδιδόναι διδάσκειν τε καὶ παιδεύειν. οὗτός μοι μῦθος ἐνταῦθα καὶ οὕτω τελευτάτω, περὶ γραμματιστῶν τε εἰρημένος ἅμα καὶ γραμμάτων.

Κλεινίας
κατὰ μὲν τὴν ὑπόθεσιν, ξένε, ἔμοιγε οὐ φαινόμεθα ἐκτὸς πορεύεσθαι τῶν ὑποτεθέντων λόγων: εἰ δὲ τὸ ὅλον κατορθοῦμεν μή, χαλεπὸν ἴσως διισχυρίζεσθαι.

Ἀθηναῖος
τότε γάρ, Κλεινία, τοῦτό γ᾽ αὐτὸ ἔσται καταφανέστερον, ὡς εἰκός, ὅταν, πολλάκις εἰρήκαμεν, ἐπὶ τέλος ἀφικώμεθα πάσης τῆς διεξόδου περὶ νόμων. [812β]

Κλεινίας
ὀρθῶς.

Ἀθηναῖος
ἆρ᾽ οὖν οὐ μετὰ τὸν γραμματιστὴν κιθαριστὴς ἡμῖν προσρητέος;

Κλεινίας
τί μήν;

Ἀθηναῖος
τοῖς κιθαρισταῖς μὲν τοίνυν ἡμᾶς δοκῶ τῶν ἔμπροσθεν λόγων ἀναμνησθέντας τὸ προσῆκον νεῖμαι τῆς τε διδασκαλίας ἅμα καὶ πάσης τῆς περὶ τὰ τοιαῦτα παιδεύσεως.

Κλεινίας
ποίων δὴ πέρι λέγεις;

Ἀθηναῖος
ἔφαμεν, οἶμαι, τοὺς τοῦ Διονύσου τοὺς ἑξηκοντούτας ᾠδοὺς διαφερόντως εὐαισθήτους δεῖν γεγονέναι περί [812ξ] τε τοὺς ῥυθμοὺς καὶ τὰς τῶν ἁρμονιῶν συστάσεις, ἵνα τὴν τῶν μελῶν μίμησιν τὴν εὖ καὶ τὴν κακῶς μεμιμημένην, ἐν τοῖς παθήμασιν ὅταν ψυχὴ γίγνηται, τά τε τῆς ἀγαθῆς ὁμοιώματα καὶ τὰ τῆς ἐναντίας ἐκλέξασθαι δυνατὸς ὤν τις, τὰ μὲν ἀποβάλλῃ, τὰ δὲ προφέρων εἰς μέσον ὑμνῇ καὶ ἐπᾴδῃ ταῖς τῶν νέων ψυχαῖς, προκαλούμενος ἑκάστους εἰς ἀρετῆς ἕπεσθαι κτῆσιν συνακολουθοῦντας διὰ τῶν μιμήσεων.

Κλεινίας
ἀληθέστατα λέγεις. [812δ]

Ἀθηναῖος
τούτων τοίνυν δεῖ χάριν τοῖς φθόγγοις τῆς λύρας προσχρῆσθαι, σαφηνείας ἕνεκα τῶν χορδῶν, τόν τε κιθαριστὴν καὶ τὸν παιδευόμενον, ἀποδιδόντας πρόσχορδα τὰ φθέγματα τοῖς φθέγμασι: τὴν δ᾽ ἑτεροφωνίαν καὶ ποικιλίαν τῆς λύρας, ἄλλα μὲν μέλη τῶν χορδῶν ἱεισῶν, ἄλλα δὲ τοῦ τὴν μελῳδίαν συνθέντος ποιητοῦ, καὶ δὴ καὶ πυκνότητα μανότητι καὶ τάχος βραδυτῆτι καὶ ὀξύτητα βαρύτητι σύμφωνον [812ε] καὶ ἀντίφωνον παρεχομένους, καὶ τῶν ῥυθμῶν ὡσαύτως παντοδαπὰ ποικίλματα προσαρμόττοντας τοῖσι φθόγγοις τῆς λύρας, πάντα οὖν τὰ τοιαῦτα μὴ προσφέρειν τοῖς μέλλουσιν ἐν τρισὶν ἔτεσιν τὸ τῆς μουσικῆς χρήσιμον ἐκλήψεσθαι διὰ τάχους. τὰ γὰρ ἐναντία ἄλληλα ταράττοντα δυσμάθειαν παρέχει, δεῖ δὲ ὅτι μάλιστα εὐμαθεῖς εἶναι τοὺς νέους: τὰ γὰρ ἀναγκαῖα οὐ σμικρὰ οὐδ᾽ ὀλίγα αὐτοῖς ἐστι προστεταγμένα μαθήματα, δείξει δὲ αὐτὰ προϊὼν λόγος ἅμα τῷ χρόνῳ. ἀλλὰ ταῦτα μὲν οὕτω περὶ τῆς μουσικῆς ἡμῖν παιδευτὴς ἐπιμελείσθω: τὰ δὲ μελῶν αὐτῶν αὖ καὶ ῥημάτων, οἷα τοὺς χοροδιδασκάλους καὶ δεῖ διδάσκειν, καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: