previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[801α] ἡμῖν πάντῃ πάντως ὑπαρχέτω; μηδὲν ἐπανερωτῶ, τιθῶ δὲ τοῦτο οὕτως;

Κλεινίας
παντάπασι μὲν οὖν τίθει: νικᾷ γὰρ πάσαισι ταῖς ψήφοις οὗτος νόμος.

Ἀθηναῖος
τίς δὴ μετ᾽ εὐφημίαν δεύτερος ἂν εἴη νόμος μουσικῆς; ἆρ᾽ οὐκ εὐχὰς εἶναι τοῖς θεοῖς οἷς θύομεν ἑκάστοτε;

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
τρίτος δ᾽ οἶμαι νόμος, ὅτι γνόντας δεῖ τοὺς ποιητὰς ὡς εὐχαὶ παρὰ θεῶν αἰτήσεις εἰσίν, δεῖ δὴ τὸν νοῦν αὐτοὺς [801β] σφόδρα προσέχειν μή ποτε λάθωσιν κακὸν ὡς ἀγαθὸν αἰτούμενοι: γελοῖον γὰρ δὴ τὸ πάθος οἶμαι τοῦτ᾽ ἂν γίγνοιτο, εὐχῆς τοιαύτης γενομένης.

Κλεινίας
τί μήν;

Ἀθηναῖος
οὐκοῦν ἡμεῖς ἔμπροσθεν σμικρὸν τῷ λόγῳ ἐπείσθημεν ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἐν πόλει ἱδρυμένον ἐνοικεῖν;

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
τίνος οὖν ποτε παράδειγμα εἰρῆσθαι φῶμεν τοῦτον τὸν λόγον; ἆρ᾽ οὐ τοῦδε, ὅτι τὸ τῶν ποιητῶν γένος οὐ πᾶν [801ξ] ἱκανόν ἐστι γιγνώσκειν σφόδρα τά τε ἀγαθὰ καὶ μή; ποιήσας οὖν δήπου τὶς ποιητὴς ῥήμασιν καὶ κατὰ μέλος τοῦτο ἡμαρτημένον, εὐχὰς οὐκ ὀρθάς, ἡμῖν τοὺς πολίτας περὶ τῶν μεγίστων εὔχεσθαι τἀναντία ποιήσει: καίτοι τούτου, καθάπερ ἐλέγομεν, οὐ πολλὰ ἁμαρτήματα ἀνευρήσομεν μείζω. θῶμεν δὴ καὶ τοῦτον τῶν περὶ μοῦσαν νόμων καὶ τύπων ἕνα;

Κλεινίας
τίνα; σαφέστερον εἰπὲ ἡμῖν.

Ἀθηναῖος
τὸν ποιητὴν παρὰ τὰ τῆς πόλεως νόμιμα καὶ δίκαια [801δ] καλὰ ἀγαθὰ μηδὲν ποιεῖν ἄλλο, τὰ δὲ ποιηθέντα μὴ ἐξεῖναι τῶν ἰδιωτῶν μηδενὶ πρότερον δεικνύναι, πρὶν ἂν αὐτοῖς τοῖς περὶ ταῦτα ἀποδεδειγμένοις κριταῖς καὶ τοῖς νομοφύλαξιν δειχθῇ καὶ ἀρέσῃ: σχεδὸν δὲ ἀποδεδειγμένοι εἰσὶν ἡμῖν οὓς εἱλόμεθα νομοθέτας περὶ τὰ μουσικὰ καὶ τὸν τῆς παιδείας ἐπιμελητήν. τί οὖν; πολλάκις ἐρωτῶ, κείσθω νόμος ἡμῖν καὶ τύπος ἐκμαγεῖόν τε τρίτον τοῦτο; πῶς δοκεῖ;

Κλεινίας
κείσθω: τί μήν; [801ε]

Ἀθηναῖος
μετά γε μὴν ταῦτα ὕμνοι θεῶν καὶ ἐγκώμια κεκοινωνημένα εὐχαῖς ᾁδοιτ᾽ ἂν ὀρθότατα, καὶ μετὰ θεοὺς ὡσαύτως περὶ δαίμονάς τε καὶ ἥρωας μετ᾽ ἐγκωμίων εὐχαὶ γίγνοιντ᾽ ἂν τούτοις πᾶσιν πρέπουσαι.

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
μετά γε μὴν ταῦτ᾽ ἤδη νόμος ἄνευ φθόνων εὐθὺς γίγνοιτ᾽ ἂν ὅδε: τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου, κατὰ σώματα κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.

Κλεινίας
πῶς δ᾽ οὔ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: