[790α]
καὶ μὴ μίαν; ἐπὶ δὲ τούτοις ἑκάστοις, ἂν μὴ γίγνηται, ζημίαν τοῖς μὴ ποιοῦσι γράφωμεν; ἢ πολλοῦ γε δεῖ; τὸ γὰρ ἄρτι ῥηθὲν γίγνοιτ᾽ ἂν πολὺ καὶ ἄφθονον.Κλεινίας
τὸ ποῖον;Ἀθηναῖος
τὸ γέλωτα ἂν πολὺν ὀφλεῖν ἡμᾶς πρὸς τῷ μὴ ἐθέλειν ἂν πείθεσθαι γυναικεῖά τε καὶ δούλεια ἤθη τροφῶν.Κλεινίας
ἀλλὰ τίνος δὴ χάριν ἔφαμεν αὐτὰ δεῖν ῥηθῆναι;Ἀθηναῖος
τοῦδε: τὰ τῶν δεσποτῶν τε καὶ ἐλευθέρων ἐν ταῖς
[790β]
πόλεσιν ἤθη τάχ᾽ ἂν ἀκούσαντα εἰς σύννοιαν ἀφίκοιτ᾽ ἂν τὴν ὀρθήν, ὅτι χωρὶς τῆς ἰδίας διοικήσεως ἐν ταῖς πόλεσιν ὀρθῆς γιγνομένης μάτην ἂν τὰ κοινά τις οἴοιτο ἕξειν τινὰ βεβαιότητα θέσεως νόμων, καὶ ταῦτα ἐννοῶν, αὐτὸς νόμοις ἂν τοῖς νῦν ῥηθεῖσιν χρῷτο, καὶ χρώμενος, εὖ τήν τε οἰκίαν καὶ πόλιν ἅμα τὴν αὑτοῦ διοικῶν, εὐδαιμονοῖ.Κλεινίας
καὶ μάλ᾽ εἰκότως εἴρηκας.Ἀθηναῖος
τοιγαροῦν μήπω λήξωμεν τῆς τοιαύτης νομοθεσίας,
[790ξ]
πρὶν ἂν καὶ τὰ περὶ τὰς ψυχὰς τῶν πάνυ νέων παίδων ἐπιτηδεύματα ἀποδῶμεν κατὰ τὸν αὐτὸν τρόπον ὅνπερ ἤργμεθα τῶν περὶ τὰ σώματα μύθων λεχθέντων διαπεραίνειν.Κλεινίας
πάνυ μὲν οὖν ὀρθῶς.Ἀθηναῖος
λάβωμεν τοίνυν τοῦτο οἷον στοιχεῖον ἐπ᾽ ἀμφότερα, σώματός τε καὶ ψυχῆς τῶν πάνυ νέων τὴν τιθήνησιν καὶ κίνησιν γιγνομένην ὅτι μάλιστα διὰ πάσης τε νυκτὸς καὶ ἡμέρας, ὡς ἔστι σύμφορος ἅπασι μέν, οὐχ ἥκιστα δὲ τοῖς ὅτι νεωτάτοισι, καὶ οἰκεῖν, εἰ δυνατὸν ἦν, οἷον ἀεὶ πλέοντας:
[790δ]
νῦν δ᾽ ὡς ἐγγύτατα τούτου ποιεῖν δεῖ περὶ τὰ νεογενῆ παίδων θρέμματα. τεκμαίρεσθαι δὲ χρὴ καὶ ἀπὸ τῶνδε, ὡς ἐξ ἐμπειρίας αὐτὸ εἰλήφασι καὶ ἐγνώκασιν ὂν χρήσιμον αἵ τε τροφοὶ τῶν σμικρῶν καὶ αἱ περὶ τὰ τῶν Κορυβάντων ἰάματα τελοῦσαι: ἡνίκα γὰρ ἄν που βουληθῶσιν κατακοιμίζειν τὰ δυσυπνοῦντα τῶν παιδίων αἱ μητέρες, οὐχ ἡσυχίαν αὐτοῖς προσφέρουσιν ἀλλὰ τοὐναντίον κίνησιν, ἐν ταῖς ἀγκάλαις
[790ε]
ἀεὶ σείουσαι, καὶ οὐ σιγὴν ἀλλά τινα μελῳδίαν, καὶ ἀτεχνῶς οἷον καταυλοῦσι τῶν παιδίων, καθάπερ ἡ τῶν ἐκφρόνων βακχειῶν ἰάσεις, ταύτῃ τῇ τῆς κινήσεως ἅμα χορείᾳ καὶ μούσῃ χρώμεναι.Κλεινίας
τίς οὖν αἰτία τούτων, ὦ ξένε, μάλιστ᾽ ἔσθ᾽ ἡμῖν;Ἀθηναῖος
οὐ πάνυ χαλεπὴ γιγνώσκειν.Κλεινίας
πῶς δή;Ἀθηναῖος
δειμαίνειν ἐστίν που ταῦτ᾽ ἀμφότερα τὰ πάθη, καὶ ἔστι δείματα δι᾽ ἕξιν φαύλην τῆς ψυχῆς τινα. ὅταν οὖν
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.