previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. ια᾽. ΦΕΡΕΚΥΔΗΣ

1 [116] Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, Πιττακοῦ διακήκοεν. τοῦτόν

φησι Θεόπομπος πρῶτον περὶ φύσεως καὶ θεῶν γράψαι.

Πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ. καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται: καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας εἰς Μεσσήνην τῷ ξένῳ Περιλάῳ συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων: καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι.

2 [117] Καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε ἄργυρον, ὥς φησι Θεόπομπος ἐν Θαυμασίοις: προστάξαι δὲ αὐτῷ ὄναρ τοῦτο τὸν Ἡρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι Φερεκύδῃ πείθεσθαι. ἔνιοι δὲ Πυθαγόρᾳ περιάπτουσι ταῦτα.

Φησὶ δ᾽ Ἕρμιππος πολέμου συνεστῶτος Ἐφεσίοις καὶ Μάγνησι βουλόμενον τοὺς Ἐφεσίους νικῆσαι πυθέσθαι τινὸς παριόντος πόθεν εἴη, τοῦ δ᾽ εἰπόντος "ἐξ Ἐφέσου," "ἕλκυσόν με τοίνυν, ἔφη, τῶν σκελῶν καὶ θὲς εἰς τὴν τῶν Μαγνήτων χώραν, καὶ ἀπάγγειλόν σου τοῖς πολίταις μετὰ τὸ νικῆσαι αὐτόθι με θάψαι: ἐπεσκηφέναι τε ταῦτα Φερεκύδην." 3 [118] μὲν <οὖν> ἀπήγγειλεν: οἱ δὲ μετὰ μίαν ἐπελθόντες κρατοῦσι τῶν Μαγνήτων, καὶ τόν τε Φερεκύδην μεταλλάξαντα θάπτουσιν αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν. ἔνιοι δέ φασιν

ἐλθόντα εἰς Δελφοὺς ἀπὸ τοῦ Κωρυκίου ὄρους αὑτὸν δισκῆσαι. Ἀριστόξενος δ᾽ ἐν τῷ Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ φησι νοσήσαντα αὐτὸν ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλῳ. οἱ δὲ φθειριάσαντα τὸν βίον τελευτῆσαι: ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν, "χροῒ δῆλα": καὶ τοὐντεῦθεν παρὰ τοῖς φιλολόγοις λέξις ἐπὶ τῶν χειρόνων τάττεται, οἱ δ᾽ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσιν. 4 [119] ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν.

Ἄνδρων δ᾽ Ἐφέσιός φησι δύο γεγονέναι Φερεκύδας Συρίους, τὸν μὲν ἀστρολόγον, τὸν δὲ θεολόγον υἱὸν Βάβυος, καὶ Πυθαγόραν σχολάσαι. Ἐρατοσθένης δ᾽ ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον, γενεαλόγον.

Σώζεται δὲ τοῦ Συρίου τό τε βιβλίον συνέγραψεν, οὗ ἀρχή: "Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη: Χθονίῃ δὲ ὄνομα ἐγένετο Γῆ, ἐπειδὴ αὐτῇ Ζὰς γῆν γέρας διδοῖ." σώζεται δὲ καὶ ἡλιοτροπεῖον ἐν Σύρῳ τῇ νήσῳ.

Φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν Ὡρῶν ἐπιγεγράφθαι αὐτῷ τὸ ἐπίγραμμα τόδε:

5 [120] τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος: ἢν δέ τι πλεῖον,

Πυθαγόρῃ τὠμῷ λέγε ταῦθ᾽, ὅτι πρῶτος ἁπάντων

ἔστιν ἀν᾽ Ἑλλάδα γῆν: οὐ ψεύδομαι ὧδ᾽ ἀγορεύων.

Ἴων δ᾽ Χῖός φησιν περὶ αὐτοῦ.

ὣς μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ

καὶ φθίμενος ψυχῇ τερπνὸν ἔχει βίοτον,

εἴπερ Πυθαγόρης ἐτύμως σοφὸς περὶ πάντων

ἀνθρώπων γνώμας ᾔδεε κἀξέμαθεν.

Ἐστι καὶ ἡμῶν οὕτως ἔχον τῷ μέτρῳ τῷ Φερεκρατείῳ:

τὸν κλεινὸν Φερεκύδην,

ὃν τίκτει ποτὲ Σῦρος,

6 [121] ἐς φθεῖρας λόγος ἐστὶν

ἀλλάξαι τὸ πρὶν εἶδος,

θεῖναί τ᾽ εὐθὺ κελεύειν

Μαγνήτων, ἵνα νίκην

δοίη τοῖς Ἐφέσοιο

γενναίοις πολιήταις.

ἦν γὰρ χρησμός, ὃν ᾔδει

μοῦνος, τοῦτο κελεύων:

καὶ θνήσκει παρ᾽ ἐκείνοις.

ἦν οὖν τοῦτ᾽ ἄρ᾽ ἀληθές:

ἢν τις σοφὸς ὄντως,

καὶ ζῶν ἐστιν ὄνησις,

χὤταν μηδὲν ὑπάρχῃ.

Γέγονε δὲ κατὰ τὴν πεντηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα. καὶ ἐπέστειλεν ὧδε:

Φερεκύδης Θαλῇ

7 [122] "Εὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκῃ: νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθειρῶν ἔβρυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα δ᾽ ὦν τοῖσιν οἰκιήτῃσιν, ἐπήν με κατθάψωσιν, ἐς σὲ τὴν γραφὴν ἐνεῖκαι. σὺ δὲ ἢν δοκι-

μώσῃς σὺν τοῖς ἄλλοις σοφοῖς, οὕτω μιν φῆνον: ἢν δὲ οὐ δοκιμώσητε, μὴ φήνῃς. ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανεν. ἔστι δὲ οὐκ ἀτρεκηΐη πρηγμάτων οὐδ᾽ ὑπίσχομαι τἀληθὲς εἰδέναι: ἅσσα δ᾽ ἂν ἐπιλέγῃ θεολογέων: τὰ ἄλλα χρὴ νοέειν: ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νούσῳ πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινα ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέμην: προεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοις ὁκοῖόν τι εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληΐθρης ἔδειξ᾽ ἂν ὡς ἔβρυον τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστεραίην ἐπὶ τὰς Φερεκύδεω ταφάς."

Καὶ οὗτοι μὲν οἱ κληθέντες σοφοί, οἷς τινες καὶ Πεισίστρατον τὸν τύραννον προσκαταλέγουσι. λεκτέον δὲ περὶ τῶν φιλοσόφων: καὶ πρῶτόν γε ἀρκτέον ἀπὸ τῆς Ἰωνικῆς φιλοσοφίας, ἧς καθηγήσατο Θαλῆς, οὗ διήκουσεν Ἀναξίμανδρος.

1 116

2 117

3 118

4 119

5 120

6 121

7 122

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: