previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. δ᾽. ΛΥΚΩΝ

1 [65] Τοῦτον διεδέξατο Λύκων Ἀστυάνακτος Τρωαδεύς, φραστικὸς ἀνὴρ καὶ περὶ παίδων ἀγωγὴν ἄκρως συντεταγμένος.2 ἔφασκε γὰρ δεῖν παρεζεῦχθαι τοῖς παισὶ τὴν αἰδῶ καὶ φιλοτιμίαν ὡς τοῖς ἵπποις μύωπα καὶ χαλινόν. τὸ δ᾽ ἐκφραστικὸν αὐτοῦ καὶ περιγεγωνὸς ἐν τῇ ἑρμηνείᾳ φαίνεται κἀνθένδε: φησὶ γὰρ τοῦτον τὸν τρόπον ἐπὶ παρθένου πενιχρᾶς: "βαρὺ γὰρ φορτίον πατρὶ κόρη διὰ σπάνιν προικὸς ἐκτρέχουσα τὸν ἀκμαῖον τῆς ἡλικίας καιρόν." διὸ δὴ καί φασιν Ἀντίγονον ἐπ᾽ αὐτοῦ τοῦτο εἰπεῖν, ὡς οὐκ ἦν ὥσπερ μήλου τὴν εὐωδίαν καὶ χάριν ἄλλοθί που μετενεγκεῖν, ἀλλ᾽ ἐπ᾽ αὐτοῦ τοῦ ἀνθρώπου καθάπερ ἐπὶ τοῦ δένδρου τῶν λεγομένων ἕκαστον ἔδει θεωρεῖσθαι. 3 [66] τοῦτο δὲ ὅτι ἐν μὲν τῷ λέγειν γλυκύτατος ἦν: παρὸ καί τινες τὸ γάμμα αὐτοῦ τῷ ὀνόματι προσετίθεσαν. ἐν δὲ τῷ γράφειν ἀνόμοιος αὑτῷ. ἀμέλει γοῦν καὶ ἐπὶ τῶν μεταγινωσκόντων ἐπειδὴ μὴ ἔμαθον ὅτε καιρὸς καὶ εὐχομένων τοῦτον ἐκαλλιλέκτει τὸν τρόπον: ἔλεγεν "αὑτῶν κατηγορεῖν, ἀδυνάτῳ μηνύοντας εὐχῇ μετάνοιαν ἀργίας ἀδιορθώτου." τούς τε βουλευομένους οὐκ ὀρθῶς διαπίπτειν ἔφασκε τῷ λογισμῷ, οἱονεὶ στρεβλῷ κανόνι βασανίζοντας εὐθεῖαν φύσιν πρόσωπον ὕδατι κλυδαττομένῳ κατόπτρῳ διεστραμμένῳ. καὶ ἐπὶ μὲν τὸν ἐν τῇ ἀγορᾷ στέφανον πολλοὺς ἀπιέναι, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν

ὀλίγους οὐδένα. πολλάκις τε πολλὰ συμβουλεύσας Ἀθηναίοις, τὰ μέγιστα αὐτοὺς ὠφέλησεν.

4 [67] Ἦν δὲ καὶ καθαρώτατος τὴν στολήν, ὡς ἀνυπερβλήτῳ χρῆσθαι μαλακότητι ἱματίων, καθά φησιν Ἕρμιππος. ἀλλὰ καὶ γυμναστικώτατος ἐγένετο καὶ εὐέκτης τὸ σῶμα τήν τε πᾶσαν σχέσιν ἀθλητικὴν ἐπιφαίνων, ὠτοθλαδίας καὶ ἐμπινὴς ὤν, καθά φησιν Ἀντίγονος Καρύστιος: διὰ τοῦτο δὲ καὶ παλαῖσαι λέγεται τά τ᾽ ἐν τῇ πατρίδι Ἰλίεια καὶ σφαιρίσαι. ὡς οὐκ ἄλλος τ᾽ ἦν φίλος τοῖς περὶ Εὐμένην καὶ Ἄτταλον, οἳ καὶ πλεῖστα ἐπεχορήγουν αὐτῷ. ἐπειράθη δ᾽ αὐτὸν σχεῖν καὶ Ἀντίοχος, ἀλλ᾽ οὐκ ἔτυχεν. 5 [68] οὕτω δ᾽ ἦν ἐχθρὸς Ἱερωνύμῳ τῷ περιπατητικῷ, ὡς μόνος μὴ ἀπαντᾶν πρὸς αὐτὸν εἰς τὴν ἐτήσιον ἡμέραν, περὶ ἧς ἐν τῷ Ἀρκεσιλάου βίῳ διειλέγμεθα.

Ἀφηγήσατο δὲ τῆς σχολῆς ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα, Στράτωνος αὐτὸν ἐν ταῖς διαθήκαις καταλιπόντος κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα. οὐ μὴν ἀλλὰ καὶ Πανθοίδου διήκουσε τοῦ διαλεκτικοῦ. ἐτελεύτησε δὲ γεγονὼς ἔτος τέταρτον καὶ ἑβδομηκοστόν, νόσῳ ποδαγρικῇ καταπονηθείς. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν:

οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε: θαυμάζω τοῦτο μάλιστα δ᾽ ἐγώ,

τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν εἰ πρὶν ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.

6 [69] Γεγόνασι δὲ καὶ ἄλλοι Λύκωνες: πρῶτος Πυθαγορικός, δεύτερος αὐτὸς οὗτος, τρίτος ἐπῶν ποιητής, τέταρτος ἐπιγραμμάτων ποιητής.

Τοῦ δὲ φιλοσόφου καὶ διαθήκαις περιετύχομεν ταῖσδε:

"Τάδε διατίθεμαι περὶ τῶν κατ᾽ ἐμαυτόν, ἐὰν μὴ δυνηθῶ τὴν ἀρρωστίαν ταύτην ὑπενεγκεῖν: τὰ μὲν ἐν οἴκῳ πάντα δίδωμι τοῖς ἀδελφοῖς Ἀστυἀνακτι καὶ Λύκωνι. καὶ οἶμαι δεῖν ἀποδοθῆναι ἀπὸ τούτων ὅσα κατακέχρημαι Ἀθήνησι παρά τινος ἔχων ἐκπεπραχώς: καὶ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ εἰς τἄλλα τὰ νομιζόμενα. 7 [70] τὰ δ᾽ ἐν ἄστει καὶ ἐν Αἰγίνῃ δίδωμι Λύκωνι διὰ τὸ καὶ τοὔνομα φέρειν ἡμῶν καὶ συνδιατετριφέναι πλείω χρόνον ἀρεστῶς πάνυ, καθάπερ δίκαιον ἦν τὸν υἱοῦ τάξιν ἐσχηκότα. τὸν δὲ περίπατον καταλείπω τῶν γνωρίμων τοῖς βουλομένοις, Βούλωνι, Καλλίνῳ, Ἀρίστωνι, Ἀμφίωνι, Λύκωνι, Πύθωνι, Ἀριστομάχῳ, Ἡρακλείῳ, Λυκομήδει, Λύκωνι τῷ ἀδελφιδῷ. προστησάσθωσαν δ᾽ αὐτοὶ ὃν ἂν ὑπολαμβάνωσι διαμενεῖν ἐπὶ τοῦ πράγματος καὶ συναύξειν μάλιστα δυνήσεσθαι. συγκατασκευαζέτωσαν δὲ καὶ οἱ λοιποὶ γνώριμοι κἀμοῦ καὶ τοῦ τόπου χάριν. περὶ δὲ τῆς ἐκφορᾶς καὶ καύσεως ἐπιμεληθήτωσαν Βούλων καὶ Καλλῖνος μετὰ τῶν συνήθων, ὅπως μήτ᾽ ἀνελεύθερος γένηται μήτε περίεργος. 8 [71] τῶν δ᾽ ἐν Αἰγίνῃ μοι γενομένων μοριῶν μετὰ τὴν ἐμὴν ἀπόλυσιν καταχωρισάτω Λύκων τοῖς νεανίσκοις εἰς ἐλαιοχρηστίαν, ὅπως κἀμοῦ καὶ τοῦ τιμήσαντος ἐμὲ μνήμη γένηται διὰ τῆς χρείας αὕτη προσήκουσα. καὶ ἀνδριάντα ἡμῶν ἀναθέτω: τὸν δὲ τόπον, ὅπως ἁρμόττων τῆς καταστάσεως, ἐπιβλεψάτω καὶ συμπραγματευθήτω Διόφαντος καὶ Ἡρακλείδης Δημητρίου. ἀπὸ δὲ τῶν ἐν ἄστει Λύκων ἀποδότω πᾶσι παρ᾽ ὧν τι προείληφα

μετὰ τὴν ἀποδημίαν τὴν ἐκείνου. παρεχέσθωσαν δὲ Βούλων καὶ Καλλῖνος καὶ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ τἄλλα τὰ νομιζόμενα. κομισάσθωσαν δὲ ταῦτ᾽ ἀπὸ τῶν ἐν οἴκῳ κοινῇ καταλειπομένων ἀμφοτέροις ὑπ᾽ ἐμοῦ. 9 [72] τιμησάτωσαν δὲ καὶ τοὺς ἰατροὺς Πασίθεμιν καὶ Μηδίαν, ἀξίους ὄντας καὶ διὰ τὴν ἐπιμέλειαν τὴν περὶ ἐμὲ καὶ τὴν τέχνην καὶ μείζονος ἔτι τιμῆς. δίδωμι δὲ τῷ Καλλίνου παιδίῳ Θηρικλείων ζεῦγος, καὶ τῇ γυναικὶ αὐτοῦ Ῥοδιακῶν ζεῦγος, ψιλοτάπιδα, ἀμφίταπιν, περίστρωμα, προσκεφάλαια δύο τὰ βέλτιστα τῶν καταλειπομένων: ὡς ἂν ἐφ᾽ ὅσον ἀνήκει πρὸς τιμήν, καὶ τούτων φανῶμεν μὴ ἀμνήμονες ὄντες. περὶ δὲ τῶν θεραπευόντων ἐμαυτὸν οὕτως ἐξάγω: Δημητρίῳ μὲν ἐλευθέρῳ πάλαι ὄντι ἀφίημι τὰ λύτρα καὶ διδωμι πέντε μνᾶς καὶ ἱμάτιον καὶ χιτῶνα, ἵνα πολλὰ πεπονηκὼς μετ᾽ ἐμοῦ βίον εὐσχήμονα ἔχῃ. Κρίτωνι δὲ Χαλκηδονίῳ, καὶ τούτῳ τὰ λύτρα ἀφίημι καὶ δίδωμι τέτταρας μνᾶς. καὶ τὸν Μίκρον ἀφίημι ἐλεύθερον: καὶ θρεψάτω Λύκων αὐτὸν καὶ παιδευσάτω ἀπὸ τοῦ νῦν χρόνου ἓξ ἔτη. 10 [73] καὶ Χάρητα ἀφίημι ἐλεύθερον: καὶ θρεψάτω Λύκων αὐτόν. καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ τἀμὰ βιβλία τὰ ἀνεγνωσμένα: τὰ δ᾽ ἀνέκδοτα Καλλίνῳ ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. δίδωμι δὲ καὶ Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι: καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ ἀμφίταπιν καὶ δύο προσκεφάλαια καὶ περίστρωμα καὶ κλίνην ἣν ἂν βούληται. ἀφίημι δ᾽ ἐλευθέραν καὶ τὴν τοῦ Μίκρου μητέρα καὶ Νοήμονα καὶ Δίωνα καὶ Θέωνα καὶ Εὐφράνορα καὶ Ἑρμείαν. καὶ Ἀγά-

θωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον: καὶ τοὺς φορεαφόρους Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραμείναντας. 11 [74] δίδωμι δὲ καὶ Δημητρίῳ καὶ Κρίτωνι καὶ Σύρῳ κλίνην ἑκάστῳ καὶ στρώματα τῶν καταλειπομένων ἂν φαίνηται Λύκωνι καλῶς ἔχειν. ταῦτ᾽ ἔστω αὐτοῖς ἀποδείξασιν ὀρθῶς ἐφ᾽ ὧν ἕκαστοι τεταγμένοι εἰσί. περὶ δὲ τῆς ταφῆς ἐάν τ᾽ αὐτοῦ βούληται Λύκων θάπτειν, ἐάν τ᾽ ἐν οἴκῳ, οὕτω ποιείτω. πέπεισμαι γὰρ αὐτὸν οὐδὲν ἧττον ἐμοῦ συνορᾶν τὸ εὔσχημον. ταῦτα δὲ πάντα οἰκονομήσαντι κυρία ἔστω δόσις τῶν ἐνταῦθα. μάρτυρες Καλλῖνος Ἑρμιονεύς, Ἀρίστων Κεῖος, Εὐφρόνιος Παιανιεύς."

Οὕτω μέντοι αὐτῷ συνετῶς τὰ πάντα πράττοντι τά τε περὶ παιδείαν καὶ πάντας λόγους, οὐδὲν ἧττον καὶ τὰ τῶν διαθηκῶν τρόπον τινὰ καὶ σφόδρα ἐπιμελῶς τε καὶ οἰκονομικῶς ἴσχει: ὥστε κἀνταῦθα ζηλωτέος.

1 65

2 συντεταμένος r.

3 66

4 67

5 68

6 69

7 70

8 71

9 72

10 73

11 74

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: