Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἧς πᾶν θηρίον ἀναπέπλησται καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ἐνυπάρχουσαν. ὁ δ᾽ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει [p. 20] πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν: ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ: λόγος μὲν γὰρ ἐγγίγνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.