Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατὰ τὴν ῥάχιν καὶ στήσαντες ὀρθὴν τὴν ἄκανθαν ἐπιχειροῦσι διαπρίειν τῇ τραχύτητι καὶ διακόπτειν. καίτοι χερσαῖον οὐδὲν ἴσμεν ἑτέρῳ κινδυνεύοντι τολμῶν ἀμύνειν, οὐκ ἄρκτον οὐ σῦν οὐδὲ λέαιναν οὐδὲ πάρδαλιν ἀλλὰ συγχωρεῖ μὲν εἰς ταὐτὸν ἐν [p. 60] τοῖς θεάτροις τὰ ὁμόφυλα καὶ κύκλῳ μετ᾽ ἀλλήλων περίεισιν:' ἑτέρῳ δ᾽ ἕτερον οὐκ οἶδεν οὐδὲ φρονεῖ βοηθεῖν, ἀλλὰ φεύγει καὶ ἀποπηδᾷ πορρωτάτω γιγνόμενα τοῦ τετρωμένου καὶ θνήσκοντος. ἡ δὲ τῶν ἐλεφάντων ἱστορία, φίλε, τῶν εἰς τὰ ὀρύγματα φορούντων καὶ τὸν ὀλισθόντα διὰ χώματος ἀναβιβαζόντων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.