Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦτο τὰ ζῷα ποιεῖν: ὀφθῆναι γὰρ ἀηδόνα νεοσσὸν ᾄδειν προδιδάσκουσαν. μαρτυρεῖ δ᾽ αὐτῷ τὸ φαυλότερον ᾁδειν ὅσαις συμβέβηκε μικραῖς ἁλούσαις ἀποτρόφοις τῶν μητέρων γενέσθαι διδάσκονται [p. 49] γὰρ αἱ συντρεφόμεναι καὶ μανθάνουσιν οὐ διὰ μισθὸν οὐδὲ πρὸς δόξαν ἀλλὰ τῷ χαίρειν διαμελιζόμεναι καὶ τὸ καλὸν ἀγαπᾶν μᾶλλον ἢ τὸ χρειῶδες τῆς φωνῆς. ἔχω δὲ περὶ τούτου καὶ λόγον εἰπεῖν πρὸς ὑμᾶς, ἀκούσας Ἑλλήνων τε πολλῶν καὶ Ῥωμαίων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.