Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιχειρῶσιν, ἀλώπεκα ποιοῦνται γνὡμθνα τῆς τοῦ πάγου στερρότητος: ἡσυχῆ γὰρ ὑπάγουσα [p. 38] παραβάλλει τὸ οὖς κἂν μὲν αἴσθηται ψόφῳ τοῦ ῥεύματος ἐγγὺς ὑποφερομένου, τεκμαιρομένη μὴ γεγονέναι διὰ βάθους τὴν πῆξιν ἀλλὰ λεπτὴν καὶ ἀβέβαιον ἵσταται, κἂν ἐᾷ τις, ἐπανέρχεται τῷ δὲ μὴ ψοφεῖν θαρροῦσα διῆλθε. καὶ τοῦτο μὴ λέγωμεν αἰσθήσεως ἄλογον ἀκρίβειαν, ἀλλ᾽ ἐξ αἰσθήσεως συλλογισμὸν ὅτι ‘τὸ ψοφοῦν κινεῖται, τὸ δὲ κινούμενον οὐ πέπηγε, τὸ δὲ μὴ πεπηγὸς ὑγρόν ἐστι, τὸ δ᾽ ὑγρὸν ἐνδίδωσιν’ οἱ δὲ διαλεκτικοί φασι τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.