τὸ ζῷον. ἀλλ᾽ ἐπεὶ προειπὼν, ὡς οὐδὲ μῦθον ὑμῖν ἐρῶ καὶ αὐτὸς οὐκ οἶδ᾽ ὅπως πρὸς τοῖς δελφῖσιν ἔλαθον πορρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας εἰς τὸν Ὀδυσσέα καὶ Κοίρανον, ἐπιτίθημι δίκην ἐμαυτῷ: παύομαι: γὰρ ἤδη λέγων.
αριστ Ἔξεστιν οὖν ὑμῖν, ὦ ἄνδρες δικασταί, τὴν ψῆφον φέρειν. σψκλ̓αλλ᾽ ἡμῖν γε πάλαι τὸ τοῦ Σοφοκλέους δεδογμένον ἐστίν
εὖ γὰρ καὶ διχοστατῶν λόγοςταυτὶ γάρ, ἃ πρὸς ἀλλήλους εἰρήκατε, συνθέντες εἰς ταὐτὸν ἀμφότεροι καλῶς ἀγωνιεῖσθε κοινῇ πρὸς τοὺς τὰ ζῷα λόγου καὶ συνέσεως ἀποστεροῦντας.
σύγκολλὰ τ᾽ ἀμφοῖν ἐς μέσον τεκταίνεται.