Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φεύγουσιν. ἣν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν: ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο
[p. 324] κάλλους: εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος. ἔπειτα κομιδῇ παρὰ τὴν
ἔννοιάν ἐστιν ἀξιέραστον εἶναι τὸν αἰσχρόν, ὅτι μέλλει ποτὲ καὶ προσδοκᾶται κάλλος ἕξειν: κτησάμενον
δὲ τοῦτο,καὶ γενόμενον καλὸν κἁγαθὸν ὑπὸ
μηδενὸς ἐρᾶσθαι.
λαμπρ Θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως ἀτελοῦς μὲν εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.