Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι, τὸ
δὲ πᾶν δι᾽ ἀπειρίαν καὶ ἀόριστον εἶναι καὶ ἄτακτον.
αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι τῷ
μηδὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτ᾽ ἄλλου τὸ πᾶν ἀλλ᾽ οὐδ᾽ ἑαυτοῦ ποιεῖν γὰρ οὐ πέφυκε, τῷ
δὲ ποιεῖν τὸ αἴτιον νοεῖται. φέρε τοίνυν πάντας
ἀνθρώπους ἐρωτᾶσθαι, τί νοοῦσι τὸ μηδὲν καί τίνα
τοῦ ἐπίνοιαν λαμβάνουσιν ἆρ᾽, οὐκ ἂν
εἴποιεν, ὡς τὸ μήτ᾽, αἴτιον ὑπάρχον μήτ᾽, αἴτιον
[p. 328]
ἔχον μήθ᾽ ὅλον μήτε μέρος μήτε τέλειον μήτ᾽ ἀτελὲς
μήτ᾽ ἔμψυχον μήτ᾽ ἄψυχον μήτε κινούμενον μήτε μένον που μήθ᾽ ὑπάρχον μήτε σῶμα μήτ᾽ ἀσώματον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.