Ἀριστείδης τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Κοτυαέων χαίρειν.
εἰκὸς μὲν ἦν καὶ ἀπὸ πάσης τῆς Ἑλλάδος ὡς ὑμᾶς ἰέναι
συναχθεσθησομένους ἐπὶ τοιαύτῃ συμφορᾷ καὶ κοσμήσοντας ἄνδρα τῶν Ἑλλήνων τοσοῦτον πρῶτον: ἐγὼ δ᾽ οὖν
πέμπων καὶ τάττων ἐμαυτὸν εἰς τοὺς οἰκεῖον τὸ συμβεβηκὸς νομίζοντας οὐκ ἄν μοι περιεργάζεσθαι δοκῶ. ὅσα
γὰρ νομίζεται κατ᾽ ἀνθρώπους καλὰ καὶ ἔντιμα ὀνόματα
καὶ παισί τε ἡδονὴν ἔχοντα καὶ πρεσβυτέροις αἰδέσιμα,
οὐδὲν τούτων ἀνὴρ ἐλλελοιπὼς ἦν ἐμοί. ἀλλὰ καὶ τραφεὶς
ὑπ᾽ ἐκείνῳ καὶ παιδευθεὶς καὶ ὅσων ἡ τύχη παρέσχε μετὰ
ταῦτα κοινωνήσας πάντων διὰ σπουδῆς, τροφέα, διδάσκαλον, πατέρα, ἑταῖρον, πάντ᾽ εἶχον καλεῖν. μέγιστον δ᾽
ἦν ἡμῖν πρὸς ἀλλήλους ὅτι ἴσον φρονῆσαι ἐπ᾽ ἀλλήλοις
εἴχομεν, ἐγὼ μὲν ἐκείνῳ διδασκάλῳ φιλοτιμούμενος, ὁ δ᾽
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.