previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λόγον τῆς πρὸς ἐκείνους φιλίας τῆς πρὸς ἡμᾶς ἔχθρας ἐποιεῖτο ὥστε Ποτίδαιαν ἡμῶν ἀποστερήσας ἐκείνοις ἔδωκε, καὶ τὸν μὲν κίνδυνον αὑτοῦ, τὸ δ᾽ ἆθλον ἐκείνων ἐποιήσατο. τί οὖν ἐλυσιτέλησε τοῖς Ὀλυνθίοις ταῦτα; καλούς τινας ἤνεγκε τοὺς καρπούς; ἀλλ᾽ πρόσθεν μηδεὶς ᾔτει διδοὺς, οὗτός ἐστιν μηδὲν ὕστερον λιπὼν αὐτοῖς, ἀλλ᾽ ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν αὐτοὺς οὐ παραδοὺς ἑτέροις, ἀλλ᾽ ἀνελὼν ὅλως, ἀντὶ δὲ τοῦ στῆσαι τὴν πλεονεξίαν ἐν Ὀλύνθῳ δύο καὶ τριάκοντα πόλεις ἐπιλαβὼν καὶ τὴν Σκυθῶν ἐρημίαν τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι ποιήσας. καίτοι πρὸς θεῶν πόσου ποτ᾽ ἂν ἡγεῖσθε πρίασθαι τοὺς Ὀλυνθίους, ἡνίκ᾽ ἀπώλλυντο καὶ τὰ πολλὰ καὶ δεινὰ ἐκεῖνα ἔπασχον, ἐκγενέσθαι γνῶναι [p. 714] ταῦθ᾽ ἑαυτοῖς πρότερον καὶ βουλεύσασθαι βέλτιον περὶ τῶν πραγμάτων; ἐγὼ μὲν οἶμαι τοῦ παντός. τοῦτο τοίνυν ἐκείνοις μὲν, ὡς ἔοικεν, οὐκ ἐξεγένετο, ἀλλ᾽ ἅμ᾽ ἐγίγνωσκον καὶ ἀπολώλεσαν. ὑμεῖς δ᾽ ἕως ἐστὲ κύριοι, χρήσασθε τῷ παραδείγματι καὶ μὴ βούλεσθ᾽ ἑτέροις αὐτοὶ γενέσθαι τῶν ὁμοίων. ἀλλ᾽ ὅταν ὑμῖν τὸ Τιλφωσσαῖον καὶ τῶν Φωκέων χώρα θαυμαστόν τι κέρδος φαίνηται, τότε τὴν ὑμετέραν αὐτῶν πόλιν καὶ χώραν καὶ ἱερὰ καὶ τάφους καὶ ἔθη καὶ δόξαν καὶ πάνθ᾽ ὅσα τοιαῦτ᾽ ἂν εἴποι τις ἀντιθέντες κρίνετε, καὶ ἐρωτᾶτε ὑμᾶς αὐτοὺς, εἰ οὐ πλείονος ἄξια: ὧν πάντων, εἰ πρὸς ἐκεῖνα βλέψετε, στέρεσθαι πρόκειται. ἄτοπον γὰρ τοῖς μὲν δανείζουσι μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ μηδὲ προσελθεῖν ἐθέλειν πρῶτον, ἂν ἐπὶ πολλῷ τοῦτο ποιῶσι, τοῖς δ᾽ ἐπὶ τοιούτῳ τῷ τέλει χαριζομένοις καὶ τοσαῦτ᾽ ἀνταπαιτοῦσι μὴ μῖσος μηδ᾽ ἀπιστίαν ἀξιοῦν παρὰ πάντων ὀφείλεσθαι. ἐνθυμεῖσθε δὲ τοῖς τῶν Ὀλυνθίων ὁμοιοῦντες τὰ ὑμέτερ᾽ αὐτῶν, πλὴν τῆς τύχης. μὴ γὰρ εἰ τὰ ὀνόματα ἕτερα τῶν χωρίων, τά γε πράγματα ἡγεῖσθε διαφέρειν. ἀλλ᾽ ἔδωκεν ἐκείνοις δωρεὰς ὥσπερ ὑμῖν, οὐκ ἔδωκε; καὶ πολλάς. καὶ συνήνεγκεν ἐκείνοις εἰς τέλος, οὐ συνήνεγκε;

φέρε δὴ κἀκεῖνο σκέψασθε πῶς αὖ πρὸς ἡμᾶς εἶχον κατ᾽ ἐκείνους τοὺς χρόνους οἱ Ὀλύνθιοι. ὡς ἂν μάλιστα Φίλιππος ηὔξατο, προσθήσω δὲ καὶ διέθηκεν: ἠπίστουν, [p. 715]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: