This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[209]
εἰκότως: τότε μὲν γὰρ τῷ κυρίῳ τῶν φόρων γενομένῳ τάξαι Ἀριστείδῃ οὐδὲ μιᾷ δραχμῇ πλείω τὰ ὑπάρχοντ᾽ ἐγένετο, ἀλλὰ καὶ τελευτήσαντ᾽ αὐτὸν ἔθαψεν ἡ πόλις: ὑμῖν δ᾽, εἴ τι δέοισθε, χρήμαθ᾽ ὑπῆρχε κοινῇ πλεῖστα τῶν πάντων Ἑλλήνων, ὥσθ᾽ ὁπόσου χρόνου ψηφίσαισθ᾽ ἐξιέναι, τοσούτου μισθὸν ἔχοντες ἐξῇτε. νῦν δ᾽ οἱ μὲν τὰ κοινὰ διοικοῦντες ἐκ πτωχῶν εὔποροι καὶ πολλοῦ χρόνου τροφὴν ἄφθονόν εἰσιν ἡτοιμασμένοι: ὑμῖν δ᾽ οὐδὲ μιᾶς ἡμέρας ἐφόδι᾽ ἐστὶν ἐν τῷ κοινῷ, ἀλλ᾽ ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε. τότε μὲν γὰρ ὁ δῆμος ἦν δεσπότης τῶν πολιτευομένων, νῦν δ᾽ ὑπηρέτης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.