Olympian 3
ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩι
ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ
Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θ᾽ Ἑλένᾳ
κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,
Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων
ἵππων ἄωτον. Μοῖσα δ᾽ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον
5Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ
[10] ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι
πράσσοντί με τοῦτο θεόδματον χρέος,
φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν
Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν: τᾶς ἄπο
10θεόμοροι νίσοντ᾽ ἐπ᾽ ἀνθρώπους ἀοιδαί,
[20] ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας,
ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν
ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας: τάν ποτε
Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,
15μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων
δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.
[30] πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ
ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τ᾽ ἀρετᾶν.
ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος
20ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,
καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ᾽ ἁμᾶ
θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ:
[40] ἀλλ᾽ οὐ καλὰ δένδρε᾽ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.
τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.
25δὴ τότ᾽ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα
Ἰστρίαν νιν: ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ
δέξατ᾽ ἐλθόντ᾽ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,
[50] εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ᾽ ἀνάγκα πατρόθεν
χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ᾽, ἅν ποτε Ταϋγέτα
30ἀντιθεῖσ᾽ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.
τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα
ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.
τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου
[60] ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται
35σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ᾽ ἰὼν θαητὸν ἀγῶνα νέμειν
ἀνδρῶν τ᾽ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
διφρηλασίας. ἐμὲ δ᾽ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις
[70] Θήρωνί τ᾽ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν
40ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,
εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
εἰ δ᾽ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δ᾽ ἔστι σοφοῖς ἄβατον
45κἀσόφοις. οὔ νιν διώξω: κεινὸς εἴην.