previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἱ ἄρκτοι τῶν θηρατῶν τοὺς ἐς στόμα πεσόντας καὶ τὸ πνεῦμα ἐς ἑαυτοὺς ὤσαντας ὀσφρησάμεναι ὡς νεκροὺς παραλιμπάνουσι, καὶ δοκεῖ τοῦτο τὸ ζῷον νεκρὸν βδελύττεσθαι. μισοῦσι δὲ καὶ οἱ μύες τοὺς ἐν ταῖς ἑαυτῶν διαίταις καὶ καταδρομαῖς ἀποθανόντας, καὶ μέντοι καὶ χελιδὼν ἐκβάλλει χελιδόνα νεκράν. μύρμηκες δέ, καὶ ἐκείνοις ἐκφορᾶς νεκρῶν μέλειν καὶ καθαίρειν τοὺς σφετέρους χηραμοὺς σοφωτάτη φύσις ἔδωκεν, ἐπεὶ καὶ τοῦτο ἴδιον τῶν ἀλόγων, τὰ ὁμογενῆ τε καὶ ὁμοφυᾶ τεθνεῶτα τῶν ὀφθαλμῶν ἀποφέρειν θᾶττον. λέγουσι δὲ Αἰθιόπων λόγοι αἱμυλίας τε καὶ κόμπου Ἑλληνικοῦ ἄγευστοι [p. 133] ὅτι ἄρα ἐλέφαντα θεασάμενος ἐλέφας νεκρὸν οὐκ ἂν παρέλθοι μὴ τῇ προβοσκίδι γῆν ἀρυσάμενος καὶ ἐπιβαλών, ὡς ὁσίαν τινὰ ἀπόρρητον ὑπὲρ τῆς φύσεως τῆς κοινῆς ἐκτελῶν: εἶναι γὰρ τὸ μὴ δρᾶσαι τοῦτο ἐναγές. ἀπόχρη δέ οἱ καὶ κλάδον ἐπιβαλεῖν, καὶ ἄπεισι τὸ κοινὸν ἁπάντων τέλος μὴ ἀτιμάσας. ἀφῖκται δὲ λόγος ἐς ἡμᾶς καὶ ἐκεῖνος. ὅταν ἐλέφαντες ἀποθνήσκωσιν ἐκ τραυμάτων, βληθέντες ἐν πολέμῳ ἐν θήρᾳ παθόντες τοῦτο, τῆς πόας τῆς παρατυχούσης τῆς κόνεως τῆς ἐν ποσὶν ἀνελόμενοι, ἐς τὸν οὐρανὸν ἀναβλέπουσι καὶ βάλλουσί τι τῶν προειρημένων, καὶ φωνῇ τῇ σφετέρᾳ κινύρονταί τε καὶ ποτνιῶνται, ὥσπερ οὖν τοὺς θεοὺς μαρτυρόμενοι ἐφ᾽ οἷς ἐκδίκως τε καὶ ἐκνόμως ὑπομένουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: