previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῖς παγούροις τὸ πρῶτον ἔλυτρον ῥήγνυται, καὶ ὥσπερ οἱ ὄφεις τὸ γῆρας, οὕτω δήπου καὶ οὗτοι τὸ [p. 234] ὄστρακον ἀποδύονται. ὅταν δὲ αἴσθωνται ἀφιστάμενον τῆς σαρκὸς αὐτό, πανταχοῦ φοιτῶσιν οἰστρούμενοι καὶ μαστεύοντες τροφὴν πλείονα, ἵνα ὄγκου προσγενομένου αὐτοῖς ὑποπρησθέντες ἀπορρήξωσιν ἑαυτῶν τὸ ἔλυτρον. ὅταν δὲ διολίσθωσιν ἐξ αὐτοῦ καὶ ἐλεύθεροι γένωνται, κεῖνται παρειμένοι κατὰ τῆς ψάμμου, νεκροῖς εἰκασμένοι: δεδοίκασι δὲ ὑπὲρ τῆς φυομένης αὐτοῖς δορᾶς ὑγροτέρας τε οὔσης καὶ ἔτι ἁπαλῆς. κατὰ μικρὰ δὲ ἑαυτοὺς ἀθροίσαντες καὶ ἀναβιωσκόμενοι τρόπον τινά, πρώτης μὲν ἀπογεύονται τῆς ψάμμου. ἐς τοσοῦτον δὲ ἄτολμοί εἰσι καὶ ἥκιστα θαρραλέοι, ἐς ὅσον αὐτοῖς ὑμὴν περίκειται στέγασμα ἔξωθεν: ὅταν δὲ ἄρξηται πήγνυσθαι καὶ ἐς ὀστράκου φύσιν μεταχωρεῖν, ἀπέρριψαν ἐνταῦθα τὴν δειλίαν, ὡς ὅπλῳ θαρροῦντες τῇ τῇς περιβολῆς σκέπῃ τε ἅμα καὶ ὡς ἂν εἴποις πανοπλίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: