This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὠνείδισέ τις τῷ ῥήτορι Πυθέᾳ ὅτι κακός ἐστιν. ὃ δὲ οὐκ ἠρνήσατο τὸ γὰρ συνειδὸς οὐκ ἐπέτρεπεν αὐτῷ. ἀπεκρίνατο δὲ ἐκεῖνο, ἐλάχιστον χρόνον τῶν πεπολιτευμένων Ἀθήνησι γενέσθαι κακός: μέγα φρονῶν δῆλον ὅτι μὴ διὰ τέλους ᾖν τοιοῦτος, καὶ ἡγούμενος μὴ ἀδικεῖν, ἐπεὶ μὴ τοῖς πονηροτάτοις παρεβάλλετο. εὔηθες δὲ τοῦτο τοῦ Πυθέου: οὐ γὰρ μόνον ὁ ἀδικήσας κακὸς ἀλλὰ καὶ ὁ ἐννοήσας ἀδικῆσαι, παρά γε ἐμοὶ κριτῇ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.