Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἴκαρός ἐστι νῆσος, καὶ τῇ γε Ἐρυθρᾷ θαλάττῃ ἔγκειται. ἐνταῦθα τοίνυν νεώς ἐστιν Ἀρτέμιδος, καὶ πλήθη αἰγῶν τε ἀγρίων καὶ δορκάδων εὖ μάλα εὐτραφῶν καὶ λαγῶν μέντοι. τούτων οὖν ἐάν τις αἰτήσας λαβεῖν παρὰ τῆς θεοῦ εἶτα ἐπιχειρήσῃ θηρᾶν ὅσα ἂν ἔχῃ καλῶς, οὐ διαμαρτάνει τῆς σπουδῆς, ἀλλὰ καὶ λαμβάνει καὶ τῷ δώρῳ χαίρει: ἐὰν δὲ μὴ αἰτήσῃ, οὔτε αἱρεῖ καὶ δίδωσι δίκας, ἃς ἄλλοι λέγουσιν. [p. 273]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.