This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔελεγε δήπου Σωκράτης περὶ τοῦ δαιμονίου τοῦ συνόντος αὐτῷ πρὸς Θεάγην καὶ Δημόδοκον καὶ πρὸς ἄλλους πολλούς. φωνὴν πολλάκις ἔφασκε θείᾳ πομπῇ συγκεκληρωμένην αὐτῷ, ῾ἥπερ ὅταν γένηται, ἀεί μοἰ φησὶ ῾σημαίνει ὃ μέλλω πράττειν τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε. καὶ αὖ πάλιν ἐάν τίς μοἰ φησὶ ῾τῶν φίλων ἀνακοινῶται ὑπέρ του, καὶ ἐπιγένηται ἡ φωνὴ ἐκείνη, πάλιν ἀποτρέπει. καὶ ἐμοὶ μὲν αὕτη συμβουλεύει τοῦτο, ἐγὼ δὲ τῷ συμβουλευομένῳ μοι: καὶ οὐκ ἐῶ πράττειν, ἑπόμενος τῇ θείᾳ προρρήσει.᾿ παρείχετο δὲ μάρτυρα Χαρμίδην τὸν Γλαύκωνος: ἀνεκοινώσατο γὰρ αὐτῷ ὅτι μέλλοι ἀσκήσειν στάδιον ἐς Νεμέαν, καὶ εὐθὺς ὑπαρχομένου λέγειν ἡ φωνὴ ἐπεγένετο. καὶ ὁ Σωκράτης τὸν Χαρμίδην διεκώλυεν ἔχεσθαι ὧν εἴχετο, ὃ δ᾽ οὐκ ἐπείσθη: οὐ μὴν ἐς δέον ἀπήντησεν αὐτῷ ἡ σπουδή.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.