previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βουλευομένου παραγίνεται φύλαρχος Ἀράβων, Ἀριάμνης ὄνομα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνήνεγκεν εἰς ὄλεθρον τύχη κακὰ, μέγιστον αὐτοῖς καὶ τελειότατον [p. 376] γενόμενος: [2] τοῦτον δ᾽ ᾔδεσαν ἔνιοι τῶν Πομπηΐῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλανθρωπίας καὶ δόξαντα φιλορρώμαιον εἶναι: τότε δ᾽ ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμενον. πάντα γὰρ διενοοῦντο μᾶλλον κατὰ στόμα προσφέρεσθαι Ῥωμαίοις. [3] ἐλθὼν οὖν πρὸς τὸν Κράσσον βάρβαρος ἦν δὲ καὶ πιθανὸς εἰπεῖν Πομπήϊον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ, τῆς δυνάμεως μακαρίσας ἐμέμφετο τῆς διατριβῆς μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον, οὐ χειρῶν οὐδὲ ποδῶν τῶν ταχίστων ἐπ᾽ ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώτατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας Ὑρκανοὺς ἀναπτέσθαι. [4]καίτοι μάχεσθαι μέλλοντας,’ ἔφη, ‘σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύναμιν ἀναθαρσήσαντος βασιλέως: ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλλάκης ἐφ᾽ αὑτοὺς ἀναδεξάμενοι τὴν δίωξιν, δ᾽ οὐδαμῇ φανερός ἐστιν.’

[5] ταῦτα δὲ ἦν ψευδῆ πάντα, διχῇ γὰρ εὐθὺς Ὑρώδης διελὼν τὴν δύναμιν αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τιννύμενος Ἀρταουάσδην, Σουρήναν δ᾽ ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος, ὡς ἔνιοί φασιν: οὐ γὰρ ἦν τοῦ αὐτοῦ Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα [p. 378] Ῥωμαίων πρῶτον, Ἀρταουάσδῃ δὲ προσπολεμεῖν καὶ ταῖς Ἀρμενίων ἐπιόντα κώμαις ἐξαιρεῖν ἀλλὰ καὶ πάνυ δοκεῖ καταδείσας τὸν κίνδυνον αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι πειρασόμενον μάχης καὶ περιέλξοντα τοὺς πολεμίους. [6] οὐδὲ γὰρ ἦν τῶν τυχόντων Σουρήνας, ἀλλὰ πλούτῳ μὲν καὶ γένει καὶ δόξῃ μετὰ βασιλέα δεύτερος, ἀνδρείᾳ δὲ καὶ δεινότητι τῶν καθ᾽ αὑτὸν ἐν Πάρθοις πρῶτος ἔτι δὲ μεγέθει καὶ κάλλει σώματος ὡς οὐδεὶς ἕτερος, ἐξήλαυνε δὲ καθ᾽ ἑαυτὸν ἀεὶ χιλίαις σκευοφορούμενος καμήλοις, καὶ διακοσίας ἀπήνας ἐπήγετο παλλακίδων, ἱππεῖς δὲ κατάφρακτοι χίλιοι, πλείονες δὲ τῶν κούφων παρέπεμπον, εἶχε δὲ τοὺς σύμπαντας ἱππεῖς ὁμοῦ πελάτας τε καὶ δούλους μυρίων οὐκ ἀποδέοντας. [7] κατὰ γένος μὲν οὖν ἐξ ἀρχῆς ἐκέκτητο βασιλεῖ γενομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος, Ὑρώδην δὲ τοῦτον αὐτὸν ἐξεληλαμένον εἰς Πάρθους κατήγαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντιστάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατ᾽ ἐκεῖνον τὸν χρόνον εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θάρσος καὶ φρόνημα πρῶτον, εἶτα ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: