previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπ᾽ ἀγαθῷ [p. 358] γεγονέναι τὴν σύνοδον αὐτῶν, ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καί Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι: καί πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις. [2] τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καί τετυφωμένας ποιεῖσθαι μετριώτερον Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, ποιεῖσθαι. διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καί Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καί φίλον ἐθάρρυνεν ἐγκελευόμενος καί παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας: οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καί Κράσσον, ἀλλὰ τυραννίδος, οὐδ᾽ ἀρχῆς αἴτησιν, ἀλλ᾽ ἁρπαγὴν ἐπαρχιῶν καί στρατοπέδων εἶναι τὰ πραττόμενα.

[3] ταῦτα δὲ καί λέγων οὕτω καί φρονῶν Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καί συνίσταντο πολλοὶ πρὸς αὐτούς, καί τὸ θαυμάζον οὐκ ὀλίγον ἦν, ‘τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετ᾽ αλλήλων; τί δ᾽ οὐ μεθ᾽ ἑτέρων; πολλοὶ δ᾽ εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καί Πομπηίῳ συνάρχειν.’ [4] ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήϊον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καί βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες [p. 360] τῷ Δομιτίῳ νυκτὸς ἔτι μετὰ τῶν ἄλλων κατερχομένῳ κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώκουσι δὲ πολλούς, ὧν ἦν καί Κάτων, τρεψάμενοι δὲ καί κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους ἀνηγορεύθησαν ὕπατοι: [5] καί μετ᾽ οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα καί τὸν Κάτωνα τῆς ἀγορᾶς ἐκβαλόντες1 καί τινας ὑποστάντας ἀποκτείναντες, Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δ᾽ Ἰβηρικὰ Πομπήιος.

1 In codex Matritensis Graux found after this word μετὰ τῶν φίλων (together with his friends).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: